εἴσοδος δὲ μία στενὴ διὰ πάντων ἦν, καὶ πυλωρὸς ἐφειστήκει Τίμων ὁ Ἀθηναῖος. παρελθόντες δὲ ὅμως τοῦ Ναυπλίου καθηγουμένου ἑωρῶμεν κολαζομένους πολλοὺς μὲν βασιλέας, πολλοὺς δὲ καὶ ἰδιώτας, ὧν ἐνίους καὶ ἐγνωρίζομεν· εἴδομεν δὲ καὶ τὸν Κινύραν καπνῷ ὑποτυφόμενον ἐκ τῶν αἰδοίων ἀπηρτημένον. προσετίθεσαν δὲ οἱ περιηγηταὶ καὶ τοὺς ἑκάστων βίους καὶ τὰς ἁμαρτίας ἐφ᾽ αἷς κολάζονται· καὶ μεγίστας ἁπασῶν τιμωρίας ὑπέμενον οἱ ψευσάμενοί τι παρὰ τὸν βίον καὶ οἱ μὴ τὰ ἀληθῆ συγγεγραφότες, ἐν οἷς καὶ Κτησίας ὁ Κνίδιος ἦν καὶ Ἡρόδοτος καὶ ἄλλοι πολλοί. τούτους οὖν ὁρῶν ἐγὼ χρηστὰς εἶχον εἰς τοὐπιὸν τὰς ἐλπίδας· οὐδὲν γὰρ ἐμαυτῷ ψεῦδος εἰπόντι συνηπιστάμην.
notes
ἐφειστήκει: plupf. of ἐφίστημι, “had been stationed there”
Τίμων ὁ Ἀθηναῖος: Timon of Athens, a famous misanthrope
παρελθόντες: ao. part. of παρα-ἔρχομαι, “having passed by”
τοῦ Ναυπλίου καθηγουμένου: pr. part. of κατα-ἡγέομαι, gen. abs., “with N. conducting”
ἑωρῶμεν: impf. of ὁράω, “we saw”
ὧν ἐνίους: “of whom some we recognized”
ὑποτυφόμενον: pr. part., “burning”
ἀπηρτημένον: perf. part. of ἀπαρτάω, “hung up”
προσετίθεσαν: impf. of προσ-τίθημι, “gave further information about”
ἐφ᾽ αἷς κολάζονται: “for which they are being punished”
ὑπέμενον: impf. of ὑπο-μένω, “submitted to”
οἱ ψευσάμενοί: ao. part. of ψεύδω, “those who told lies”
οἱ...συγγεγραφότες: perf. part. of συγ-γράφω, “those who have written”
ἐν οἷς: “among whom”
Κτησίας...Ἡρόδοτος: Ctesias and Herodotus, 5th century historians.
εἶχον: impf. of ἔχω, “I had”
εἰς τοὐπιὸν (=τὸ ἐπιόν): “for the future”
εἰπόντι: ao. part. dat. s. of λέγω modifying ἐμαυτῷ, “me having told”
συνηπιστάμην: impf. of συν-ἐπίσταμαι, “I was not conscious” + dat.
vocabulary
εἴσοδος, ἡ: a way in, entrance
στενός, -ή, -όν: narrow, strait
πυλωρός, ὁ: a gate-keeper, warder, porter
Ἀθηναῖος: Athenian
παρέρχομαι: go by, beside or past, pass by, pass
καθηγέομαι: act as guide, lead the way
κολάζω: curtail, dock, prune
ἰδιώτης, -ου, ὁ: a private person, an individual
ἔνιοι, -αι, -α: some
γνωρίζω: make known
καπνός, ὁ: smoke
ὑποτύφομαι: burn with a smoldering fire
αἰδοῖον, τό: the genitals, pudenda
ἀπαρτάω: hang up from
περιηγητής, -οῦ, ὁ: one who guides strangers and explains
ἁμαρτία, ἡ: a failure, fault, sin
τιμωρία, ἡ: help, aid, assistance, succor
ὑπομένω: stay behind, survive
ψεύδω: cheat by lies, beguile
συγγράφω: write or note down
Κνίδιος: of or from Cnidos
χρηστός , -ή, -όν: useful, good
ψεῦδος, -εος, τό: a falsehood, untruth, lie
συνεπίσταμαι: be privy to