[27] ὅτε γὰρ Λακεδαιμονίους ὑμεῖς ἐσῴζετε πεισθέντες ὑπὸ Καλλιστράτου, τότε ἀντειπὼν ἐν τῷ δήμῳ τῇ βοηθείᾳ, ἐωνημένος τὴν πεντηκοστὴν τοῦ σίτου ἐν εἰρήνῃ καὶ δέον αὐτὸν καταβάλλειν τὰς καταβολὰς εἰς τὸ βουλευτήριον κατὰ πρυτανείαν, καὶ οὔσης αὐτῷ ἀτελείας ἐκ τῶν νόμων οὐκ ἐξελθὼν ἐκείνην τὴν στρατείαν, γραφεὶς ὑπὸ Στεφάνου τουτουὶ ἀστρατείας καὶ διαβληθεὶς τῷ λόγῳ ἐν τῷ δικαστηρίῳ ἑάλω καὶ ἠτιμώθη.
[28] καίτοι πῶς οὐκ οἴεσθε δεινὸν εἶναι, εἰ τοὺς μὲν φύσει πολίτας καὶ γνησίως μετέχοντας τῆς πόλεως ἀπεστέρηκε τῆς παρρησίας Στέφανος οὑτοσί, τοὺς δὲ μηδὲν προσήκοντας βιάζεται Ἀθηναίους εἶναι παρὰ πάντας τοὺς νόμους; τὸν δ᾽ Ἵππαρχον αὐτὸν ὑμῖν καλῶ, καὶ ἀναγκάσω μαρτυρεῖν ἢ ἐξόμνυσθαι κατὰ τὸν νόμον, ἢ κλητεύσω αὐτόν. καί μοι κάλει Ἵππαρχον. “Μαρτυρία
Ἵππαρχος Ἀθμονεὺς μαρτυρεῖ Ξενοκλείδην καὶ αὑτὸν μισθώσασθαι Νέαιραν ἐν Κορίνθῳ τὴν νῦν ἀγωνιζομένην, ὡς ἑταίραν οὖσαν τῶν μισθαρνουσῶν, καὶ συμπίνειν ἐν Κορίνθῳ Νέαιραν μεθ᾽ αὑτοῦ καὶ Ξενοκλείδου τοῦ ποιητοῦ.”
[29] μετὰ ταῦτα τοίνυν αὐτῆς γίγνονται ἐρασταὶ δύο, Τιμανορίδας τε ὁ Κορίνθιος καὶ Εὐκράτης ὁ Λευκάδιος, οἳ ἐπειδήπερ πολυτελὴς ἦν ἡ Νικαρέτη τοῖς ἐπιτάγμασιν, ἀξιοῦσα τὰ καθ᾽ ἡμέραν ἀναλώματα ἅπαντα τῇ οἰκίᾳ παρ᾽ αὐτῶν λαμβάνειν, κατατιθέασιν αὐτῆς τιμὴν τριάκοντα μνᾶς τοῦ σώματος τῇ Νικαρέτῃ, καὶ ὠνοῦνται αὐτὴν παρ᾽ αὐτῆς νόμῳ πόλεως καθάπαξ αὑτῶν δούλην εἶναι. καὶ εἶχον καὶ ἐχρῶντο ὅσον ἐβούλοντο αὐτῇ χρόνον.
notes
vocabulary
27
Λακεδαιμόνιος –α –ον: Spartan
Καλλιστράτος: Kallistratos
ἀντιλέγω ἀντερῶ/ἀντιλέξω ἀντεῖπον ἀντείρηκα ἀντείρημαι/ἀντιλέλεγμαι ἀντελέχθην/ἀντερρήθην: to speak against
βοήθεια –ας ἡ: help, aid
ὠνέομαι (imperf. ἐωνούμην) ὠνήσομαι ἐπριάμην — ἐώνημαι ἐωνήθην: buy
πεντηκοστός: fiftieth
σῖτος –ου ὁ: grain; bread
καταβάλλω καταβαλῶ κατέβαλον καταβέβληκα καταβέβλημαι κατεβλήθην: to pay down
καταβολή: installment, payment
βουλευτήριον –ου τό: a council-chamber, senate-house
πρυτάνειος: of/belonging to the prytanies
ἀτέλεια: incompleteness, imperfection
ἐξέρχομαι ἐξελεύσομαι ἐξῆλθον ἐξελήλυθα ––– –––: go/come out, go forth
στρατεία –ας ἡ: expedition, campaign; exemption from military service
Στέφανος: Stephanοs
ἀστρατεία: exemption from service; avoidance of service
διαβάλλω διαβαλῶ διέβαλον διαβέβληκα διαβέβλημαι διεβλήθην: to slander
δικαστήριον –ου τό: a court of justice
ἀτιμόω: to disenfranchise
28
πολίτης –ου ὁ: citizen, freeman
γνήσιος -α -ον: (born in wedlock); genuine, legitimate
μετέχω μεθέξω μετέσχον μετέσχηκα ––– –––: partake of, share
ἀποστερέω ἀποστερήσω ἀποστέρησα ἀποστέρηκα ἀποστέρημαι ἀποστερήθην: deprive
παρρησία: freespokenness, openness, frankness
βιάω βιήσω ἐβίασα βεβίηκα βεβίημαι ἐβιήθην: to do violence
Ἀθηναῖος –α –ον: Athenian
Ἵππαρχος: Hipparchos
ἀναγκάζω ἀναγκάσω ἠνάγκασα ἠνάγκακα ἠνάγκασμαι ἠναγκάσθην: force, compel, constrain
μαρτυρέω μαρτυρήσω ἐμαρτύρησα μεμαρτύρηκα μεμαρτύρημαι ἐμαρτυρήθην: witness to
ἐξόμνυμι ἐξομοῦμαι/ἐξομόσω ἐξώμοσα ἐξομώμοκα ––– ἐξωμόθην/ἐξωμόσθην: to swear in excuse
κλητεύω: to summon into court
μαρτυρία –ας ἡ: witness, testimony, evidence
Ἀθμονεύς: of the deme Athmone
Ξενοκλείδης: Xenokleides
μισθόω: to let out for hire, farm out, let
Κορίνθιος –α –ον: Corinthian
ἀγωνίζομαι ἀγωνισιοῦμαι ἠγωνισάμην ––– ἠγώνισμαι ἠγωνίσθην: to contend for a prize; to contend in court; (pass.) to be on trial
ἑταίρα –ας ἡ: comrade (female), companion (female), courtesan
μισθαρνέω ––– ἐμισθάρνησα μεμισθάρνηκα ––– –––: to work for hire
συμπίνω: to drink together, join in a drinking bout
29
ἐραστής –οῦ ὁ: a lover
Τιμανορίδας: Timanoridas
Εὐκράτης: Eukrates
Λευκάδιος: an inhabitant of Leukas
πολυτελής: very expensive, very costly
ἐπίταγμα: demand, order, condition
ἀνάλωμα: expenditure, cost
κατατίθημι καταθήσω κατέθηκα κατατέθηκα κατατέθην: put down; (mid.) lay aside, store up
μνᾶ μνᾶς ἡ: mna=100 drachmas=1/60 talent
ὠνέομαι (imperf. ἐωνούμην) ὠνήσομαι ἐπριάμην — ἐώνημαι ἐωνήθην: buy
καθάπαξ: once for all
δούλη –ης ἡ: slave