[4] καὶ μελλόντων στρατεύεσθαι ὑμῶν πανδημεὶ εἴς τε Εὔβοιαν καὶ Ὄλυνθον, ἔγραψε ψήφισμα ἐν τῇ βουλῇ Ἀπολλόδωρος βουλεύων καὶ ἐξήνεγκε προβούλευμα εἰς τὸν δῆμον, λέγον διαχειροτονῆσαι τὸν δῆμον εἴτε δοκεῖ τὰ περιόντα χρήματα τῆς διοικήσεως στρατιωτικὰ εἶναι εἴτε θεωρικά, κελευόντων μὲν τῶν νόμων, ὅταν πόλεμος ᾖ, τὰ περιόντα χρήματα τῆς διοικήσεως στρατιωτικὰ εἶναι, κύριον δ᾽ ἡγούμενος δεῖν τὸν δῆμον εἶναι περὶ τῶν αὑτοῦ ὅ τι ἂν βούληται πρᾶξαι, ὀμωμοκὼς δὲ τὰ βέλτιστα βουλεύσειν τῷ δήμῳ τῷ Ἀθηναίων, ὡς ὑμεῖς πάντες ἐμαρτυρήσατε ἐν ἐκείνῳ τῷ καιρῷ.
[5] γενομένης γὰρ τῆς διαχειροτονίας, οὐδεὶς ἀντεχειροτόνησεν ὡς οὐ δεῖ τοῖς χρήμασι τούτοις στρατιωτικοῖς χρῆσθαι, ἀλλὰ καὶ νῦν ἔτι, ἄν που λόγος γένηται, παρὰ πάντων ὁμολογεῖται ὡς τὰ βέλτιστα εἰπὼν ἄδικα πάθοι. τῷ οὖν ἐξαπατήσαντι τῷ λόγῳ τοὺς δικαστὰς δίκαιον ὀργίζεσθαι, οὐ τοῖς ἐξαπατηθεῖσιν. γραψάμενος γὰρ παρανόμων τὸ ψήφισμα Στέφανος οὑτοσὶ καὶ εἰσελθὼν εἰς τὸ δικαστήριον, ἐπὶ διαβολῇ ψευδεῖς μάρτυρας παρασχόμενος ὡς ὦφλε τῷ δημοσίῳ ἐκ πέντε καὶ εἴκοσιν ἐτῶν, καὶ ἔξω τῆς γραφῆς πολλὰ κατηγορῶν, εἷλε τὸ ψήφισμα.
[6] καὶ τοῦτο μὲν εἰ αὐτῷ ἐδόκει διαπράξασθαι, οὐ χαλεπῶς φέρομεν· ἀλλ᾽ ἐπειδὴ περὶ τοῦ τιμήματος ἐλάμβανον τὴν ψῆφον οἱ δικασταί, δεομένων ἡμῶν συγχωρῆσαι οὐκ ἤθελεν, ἀλλὰ πεντεκαίδεκα ταλάντων ἐτιμᾶτο, ἵνα ἀτιμώσειεν αὐτὸν καὶ παῖδας τοὺς ἐκείνου, καὶ τὴν ἀδελφὴν τὴν ἐμὴν καὶ ἡμᾶς ἅπαντας εἰς τὴν ἐσχάτην ἀπορίαν καταστήσειεν καὶ ἔνδειαν ἁπάντων.
[7] ἡ μὲν γὰρ οὐσία οὐδὲ τριῶν ταλάντων πάνυ τι ἦν, ὥστε δυνηθῆναι ἐκτεῖσαι τοσοῦτον ὄφλημα· μὴ ἐκτεισθέντος δὲ τοῦ ὀφλήματος ἐπὶ τῆς ἐνάτης πρυτανείας, διπλοῦν ἔμελλεν ἔσεσθαι τὸ ὄφλημα καὶ ἐγγραφήσεσθαι Ἀπολλόδωρος τριάκοντα τάλαντα ὀφείλων τῷ δημοσίῳ· ἐγγεγραμμένου δὲ τῷ δημοσίῳ, ἀπογραφήσεσθαι ἔμελλεν ἡ ὑπάρχουσα οὐσία Ἀπολλοδώρῳ δημοσία εἶναι, πραθείσης δ᾽ αὐτῆς εἰς τὴν ἐσχάτην ἀπορίαν καταστήσεσθαι καὶ αὐτὸς καὶ παῖδες οἱ ἐκείνου καὶ γυνὴ καὶ ἡμεῖς ἅπαντες.
notes
vocabulary
4
στρατεύω στρατεύσω ἐστράτευσα ἐστράτευκα ἐστράτευμαι ἐστρατεύθην: serve in war, march
πανδημεί: in full force
Εὔβοια –ας ἡ: Euboia
Ὄλυνθος: Olynthos
ψήφισμα –ατος τό: decree, motion
Ἀπολλόδωρος: Apollodoros
ἐκφέρω ἐκοίσω ἐκήνεγκα ἐκενήνοχα ἐκενήνεγμαι ἐκηνέχθην: carry out, carry off; to refer (a matter for consideration to the Assembly)
προβούλευμα: a preliminary motion framed by the Athenian Boule (Senate, Council), to be referred for consideration by the full Ekklesia (Assembly)
διαχειροτονέω: to vote
περίειμι περίεσομαι: to be left over, to be surplus
διοίκησις: financial management, administration
στρατιωτικός: of or for soldiers
θεωρικός: festive
ὄμνυμι (or ὀμνύω) ὀμοῦμαι ὤμοσα ὀμώμοκα ὀμώμο(σ)μαι ὠμόθην: to swear
βέλτιστος –η –ον: best
Ἀθηναῖος –α –ον: Athenian
μαρτυρέω μαρτυρήσω ἐμαρτύρησα μεμαρτύρηκα μεμαρτύρημαι ἐμαρτυρήθην: witness to
5
διαχειροτονία: voting
ἀντιχειροτονέω: to vote against
ἐξαπατάω ἐξαπατήσω ἠξαπάτησα ἠξαπάτηκα ἠξαπάτημαι ἠξαπατήθην: deceive
δικαστής –οῦ ὁ: judge, juror
ὀργίζω ὀργιῶ ὤργισα ––– ὤργισμαι ὠργίσθην: to make angry, provoke to anger, irritate
παράνομος: acting contrary to law, lawless
Στέφανος: Stephanos
εἰσέρχομαι εἰσελεύσομαι εἰσῆλθον εἰσελήλυθα ––– –––: to come to court
δικαστήριον –ου τό: a court of justice
διαβολή: false accusation, slander, calumny
ψευδής –ές: false, lying, untrue
ὀφλισκάνω ὀφλήσω ὦφλον ὤφληκα ––– –––: to owe, to be liable to pay
δημόσιος –α –ον: belonging to the people
6
διαπράσσω διαπράξω διέπραξα διαπέπραχα (or διαπέπραγα) διαπέπραγμαι διεπράχθην: accomplish, carry out
τίμημα –ατος τό: penalty, fine
ψῆφος –ου ἡ: vote; judgment
δέομαι δεήσομαι ἐδεησάμην ––– δεδέημαι ἐδεήθην: beg, ask
συγχωρέω συγχωρήσω συγεχώρησα συγκεχώρηκα συγκεχώρημαι συγεχώρηθην: to make a compromise, concede, yield
πεντεκαίδεκα: fifteen
τάλαντον –ου τό: talent (large sum of silver=6000 drachmas)
ἀτιμόω: to disenfranchise
ἀδελφή –ῆς ἡ: sister
ἔσχατος –η –ον: furthest, uttermost, last
ἀπορία –ας ἡ: difficulty, perplexity
ἔνδεια: want, need, lack, poverty
7
ὄφλημα: a fine assessed in a lawsuit
πρυτάνειος: of/belonging to the prytanies
διπλοος –η –ον: twofold, double
ἐγγράφω ἐγγράψω –έγραψα: inscribe; enter in a list of state debtors
ὀφείλω ὀφειλήσω ὤφελον ὠφείληκα ––– ὠφειλήθην: to owe, be obliged
ἀπογράφω: to enter in a list
πιπράσκω πωλήσω/ἀποδώσομαι ἀπεδόμην πέπρακα πέπραμαι ἐπράθην: to sell