[16] ἃ μὲν ἠδικημένος, ὦ ἄνδρες Ἀθηναῖοι, ὑπὸ Στεφάνου ἀναβέβηκα κατηγορήσων Νεαίρας ταυτησί, Θεόμνηστος εἴρηκεν πρὸς ὑμᾶς· ὡς δ᾽ ἐστὶ ξένη Νέαιρα καὶ παρὰ τοὺς νόμους συνοικεῖ Στεφάνῳ, τοῦτο ὑμῖν βούλομαι σαφῶς ἐπιδεῖξαι. πρῶτον μὲν οὖν τὸν νόμον ὑμῖν ἀναγνώσεται, καθ᾽ ὃν τήν τε γραφὴν ταυτηνὶ Θεόμνηστος ἐγράψατο καὶ ὁ ἀγὼν οὗτος εἰσέρχεται εἰς ὑμᾶς. “Νόμος
ἐὰν δὲ ξένος ἀστῇ συνοικῇ τέχνῃ ἢ μηχανῇ ᾑτινιοῦν, γραφέσθω πρὸς τοὺς θεσμοθέτας Ἀθηναίων ὁ βουλόμενος οἷς ἔξεστιν. ἐὰν δὲ ἁλῷ, πεπράσθω καὶ αὐτὸς καὶ ἡ οὐσία αὐτοῦ, καὶ τὸ τρίτον μέρος ἔστω τοῦ ἑλόντος. ἔστω δὲ καὶ ἐὰν ἡ ξένη τῷ ἀστῷ συνοικῇ κατὰ ταὐτά, καὶ ὁ συνοικῶν τῇ ξένῃ τῇ ἁλούσῃ ὀφειλέτω χιλίας δραχμάς.”
[17] τοῦ μὲν νόμου τοίνυν ἀκηκόατε, ὦ ἄνδρες δικασταί, ὃς οὐκ ἐᾷ τὴν ξένην τῷ ἀστῷ συνοικεῖν οὐδὲ τὴν ἀστὴν τῷ ξένῳ, οὐδὲ παιδοποιεῖσθαι, τέχνῃ οὐδὲ μηχανῇ οὐδεμιᾷ· ἐὰν δέ τις παρὰ ταῦτα ποιῇ, γραφὴν πεποίηκεν κατ᾽ αὐτῶν εἶναι πρὸς τοὺς θεσμοθέτας, κατά τε τοῦ ξένου καὶ τῆς ξένης, κἂν ἁλῷ, πεπρᾶσθαι κελεύει. ὡς οὖν ἐστι ξένη Νέαιρα αὑτηί, τοῦθ᾽ ὑμῖν βούλομαι ἐξ ἀρχῆς ἀκριβῶς ἐπιδεῖξαι.
notes
vocabulary
16
Ἀθηναῖος –α –ον: Athenian
Στέφανος: Stephanos
ἀναβαίνω ἀναβήσομαι ἀνέβην ἀναβέβηκα ––– –––: board, go up; mount the speaker's platform
Νέαιρα: Neaira
Θεόμνηστος: Theomnestos
ἐρῶ εἴρηκα ἐρρήθην: say, tell, speak
ξένη: a female guest, a foreign woman
συνοικέω συνοικήσω συνῴκησα συνῴκηκα συνῴκημαι συνῳκήθην: to dwell together, live together
ἐπιδείκνυμι ἐπιδείξω ἐπέδειξα ἐπιδέδειχα ἐπιδέδειγμαι ἐπεδείχθην: display, exhibit; show, prove
ἀναγιγνώσκω ἀναγνώσομαι ἀνέγνων ἀνέγνωκα ἀνέγνωσμαι ἀνεγνώσθην: to read
εἰσέρχομαι εἰσελεύσομαι εἰσῆλθον εἰσελήλυθα ––– –––: to come to court
ἀστή –ῆς ἡ: fem. of ἀστός
μηχανή –ῆς ἡ: device
θεσμοθέτης: a lawgiver; at Athens, οἱ θεσμοθέται = the six junior archons
ἔξεστι: it is possible
πιπράσκω πωλήσω/ἀποδώσομαι ἀπεδόμην πέπρακα πέπραμαι ἐπράθην: to sell
ἀστός –οῦ ὁ: a townsman, citizen
ταὐτός –ή –όν: identical
ὀφείλω ὀφειλήσω ὤφελον ὠφείληκα ––– ὠφειλήθην: to owe, be obliged
χίλιοι –αι –α: a thousand
δραχμή –ῆς ἡ: drachma
17
δικαστής –οῦ ὁ: judge, juror
παιδοποιέω: to beget children