[54] κάλει μοι Φράστορα Αἰγιλιέα. “Μαρτυρία

Φράστωρ Αἰγιλιεὺς μαρτυρεῖ, ἐπειδὴ ᾔσθετο Νεαίρας θυγατέρα ἐγγυήσαντα αὑτῷ Στέφανον ὡς ἑαυτοῦ οὖσαν θυγατέρα, γράψασθαι αὐτὸν γραφὴν πρὸς τοὺς θεσμοθέτας κατὰ τὸν νόμον, καὶ τὴν ἄνθρωπον ἐκβαλεῖν ἐκ τῆς ἑαυτοῦ οἰκίας καὶ οὐκέτι συνοικεῖν αὐτῇ, καὶ λαχόντος αὑτῷ Στεφάνου εἰς Ὠιδεῖον σίτου διαλύσασθαι πρὸς αὑτὸν Στέφανον, ὥστε τὴν γραφὴν ἀναιρεθῆναι παρὰ τῶν θεσμοθετῶν καὶ τὴν δίκην τοῦ σίτου ἣν ἔλαχεν ἐμοὶ Στέφανος.”

[55] φέρε δὴ ὑμῖν καὶ ἑτέραν μαρτυρίαν παράσχωμαι τοῦ τε Φράστορος καὶ τῶν φρατέρων αὐτοῦ καὶ γεννητῶν, ὡς ἔστι ξένη Νέαιρα αὑτηί. οὐ πολλῷ χρόνῳ γὰρ ὕστερον ἢ ἐξέπεμψεν ὁ Φράστωρ τὴν τῆς Νεαίρας θυγατέρα, ἠσθένησε καὶ πάνυ πονηρῶς διετέθη καὶ εἰς πᾶσαν ἀπορίαν κατέστη. διαφορᾶς δ᾽ οὔσης αὐτῷ παλαιᾶς πρὸς τοὺς οἰκείους τοὺς αὑτοῦ καὶ ὀργῆς καὶ μίσους, πρὸς δὲ καὶ ἄπαις ὤν, ψυχαγωγούμενος ἐν τῇ ἀσθενείᾳ τῇ θεραπείᾳ τῇ ὑπό τε τῆς Νεαίρας καὶ τῆς θυγατρὸς αὐτῆς (ἐβάδιζον γὰρ πρὸς αὐτόν,

[56] ὡς ἠσθένει καὶ ἔρημος ἦν τοῦ θεραπεύσοντος τὸ νόσημα, τὰ πρόσφορα τῇ νόσῳ φέρουσαι καὶ ἐπισκοπούμεναι· ἴστε δήπου καὶ αὐτοὶ ὅσου ἀξία ἐστὶν γυνὴ ἐν ταῖς νόσοις, παροῦσα κάμνοντι ἀνθρώπῳ) ἐπείσθη δὴ τὸ παιδίον, ὃ ἔτεκεν ἡ θυγάτηρ ἡ Νεαίρας ταυτησὶ ὅτ᾽ ἐξεπέμφθη ὑπὸ τοῦ Φράστορος κυοῦσα, πυθομένου ὅτι οὐ Στεφάνου εἴη θυγάτηρ ἀλλὰ Νεαίρας, καὶ ὀργισθέντος ἐπὶ τῇ ἀπάτῃ, πάλιν λαβεῖν καὶ ποιήσασθαι υἱὸν αὑτοῦ,

[57] λογισμὸν ἀνθρώπινον καὶ εἰκότα λογιζόμενος, ὅτι πονηρῶς μὲν ἔχοι καὶ οὐ πολλὴ ἐλπὶς εἴη αὐτὸν περιγενήσεσθαι, τοῦ δὲ μὴ λαβεῖν τοὺς συγγενεῖς τὰ αὑτοῦ μηδ᾽ ἄπαις τετελευτηκέναι ἐποιήσατο τὸν παῖδα καὶ ἀνέλαβεν ὡς αὑτόν· ἐπεὶ ὅτι γε ὑγιαίνων οὐκ ἄν ποτε ἔπραξεν, μεγάλῳ τεκμηρίῳ καὶ περιφανεῖ ἐγὼ ὑμῖν ἐπιδείξω.

Stephanos reached a settlement with Phrastor, and both men withdrew their suits. Phrastor then fell ill, was tended to by Neaira and Phano, and was persuaded by them to acknowledge his son with Phano as legitimate, since he wanted an heir.

54

Μαρτυρία: note that Phrastor gives a different order of events than Apollodoros does. This (among other peculiarities in the deposition) might indicate that the document is a forgery, though Dilts 2009 does not bracket it in his text.

σθετο < αἰσθάνομαι

λάχοντος: supply δίκην.

διαλύσασθαι πρς ατν Στέφανον: literally, “that he reconciled Stephanos to himself,” i.e., he arranged a reconcilation with Stephanos. See LSJ διαλύω A.4.b.

55

φέρε: the imperative of φέρω can be used as an adverb meaning “come on.”

γεννητν: members of a γένος, a kin-based subgroup of a phratry. Although all Athenian citizens belonged to phratries, not all belonged to γένη.

σθένησε < ἀσθενέω; this is an ingressive aorist (S. 1924).

διετέθη < διατίθημι

διαφορς: the fact that Phrastor was quarreling with his relatives is significant because they would be first to inherit if he didn’t produce an heir.

πρς δέ: adverbial, “in addition”

τ θεραπεί τ πό: “by the care (which he received) from”

56

ρημος: governs τοῦ θεραπεύσοντος (“lacking someone to take care of [him]”)

πισκοπούμεναι < ἐπισκοπέω

στε < οἶδα

ατο: “you yourselves,” the jurors, subject of ἴστε

πείσθη: governs the infinitives λαβεῖν and ποιήσασθαι (of which τὸ παιδίον is the object)

τεκεν < τίκτω

ποιήσασθαι ιν ατο: i.e., he acknowledged the boy as his (legitimate) son. Although ποιεῖσθαι can be used in a technical sense to mean “to adopt,” that doesn’t seem to be the sense here (Kapparis 1999: 285–86; cf. Patteson 1978: 91).

57

ατν περιγενήσεσθαι: “that he (Phrastor) would survive” the illness

το...μ λαβεν...μηδ παις τετελευτηκέναι: articular infinitives with τοῦ; genitives of the articular infinitive can be used to express purpose, often a negative purpose (G. 576, S. 2032e): “so that...wouldn’t get, and so that he would not die childless.”

συγγενες: accusative subject of λαβεῖν

πεί: this word can be omitted in translation, or treated like γάρ (G. 629a, S. 2244).

γιαίνων: conditional circumstantial participle; the present participle stands in for an imperfect indicative in a contrary-to-fact condition.

article nav
Previous
Next

Suggested Citation

Deborah Kamen, Pseudo-Demosthenes: Against Neaira. Carlisle, Pennsylvania: Dickinson College Commentaries, 2018. ISBN: 978-1-947822-10-8.https://dcc.dickinson.edu/against-neaira/54-57