καὶ μὴν καὶ ἄλλο θαῦμα ἐν τοῖς βασιλείοις ἐθεασάμην· κάτοπτρον μέγιστον κεῖται ὑπὲρ φρέατος οὐ πάνυ βαθέος. ἂν μὲν οὖν εἰς τὸ φρέαρ καταβῇ τις, ἀκούει πάντων τῶν παρ᾽ ἡμῖν ἐν τῇ γῇ λεγομένων, ἐὰν δὲ εἰς τὸ κάτοπτρον ἀποβλέψῃ, πάσας μὲν πόλεις, πάντα δὲ ἔθνη ὁρᾷ ὥσπερ ἐφεστὼς ἑκάστοις· τότε καὶ τοὺς οἰκείους ἐγὼ ἐθεασάμην καὶ πᾶσαν τὴν πατρίδα, εἰ δὲ κἀκεῖνοι ἐμὲ ἑώρων, οὐκέτι ἔχω τὸ ἀσφαλὲς εἰπεῖν. ὅστις δὲ ταῦτα μὴ πιστεύει οὕτως ἔχειν, ἄν ποτε καὶ αὐτὸς ἐκεῖσε ἀφίκηται, εἴσεται ὡς ἀληθῆ λέγω.
notes
vocabulary
θαῦμα, -ατος, τό: a wonder, marvel
βασίλεια, τά: a royal dwelling, palace
θεάομαι: behold, gaze at
κάτοπτρον, τό: a mirror
φρέαρ, φρέατος, τό: a well
βαθύς, -εῖα, -ύ: deep or high
καταβαίνω: step down, go down, descend
ἀποβλέπω: look into
ἐφίστημι: stand upon or by
πατρίς, -ίδος, ἡ: fatherland
ἀσφαλής, -ές: firm, certain, sure
ἔχω: be able to (+ infin.)
ἐκεῖσε: thither, to that place