6.1 Ἐπὶ μηδενὶ ἐπαρθῇς ἀλλοτρίῳ προτερήματι. εἰ ὁ ἵππος ἐπαιρόμενος ἔλεγεν ὅτι «καλός εἰμι,» οἰστὸν ἂν ἦν· σὺ δέ, ὅταν λέγῃς ἐπαιρόμενος ὅτι «ἵππον καλὸν ἔχω,» ἴσθι, ὅτι ἐπὶ ἵππου ἀγαθῷ ἐπαίρῃ. τί οὖν ἐστι σόν; χρῆσις φαντασιῶν. ὥσθ', ὅταν ἐν χρήσει φαντασιῶν κατὰ φύσιν σχῇς, τηνικαῦτα ἐπάρθητι· τότε γὰρ ἐπὶ σῷ τινι ἀγαθῷ ἐπαρθήσῃ.
notes
vocabulary
ἐπαίρω, ἐπαρῶ, ἐπῆρα, to lift up; in passive: to be proud, elated
ἀλλότριος, -α, -ον, not one's own, under the control of others
προτέρημα,-ατος, τό, advantage, distinction
οἰστός,-ή,-όν, bearable, endurable
χρῆσις, -εως, ἡ, use
φαντασία,-ας, ἡ, impression, appearance, perception
τηνικαῦτα, adv., at that time, then