5.1 Ταράσσει τοὺς ἀνθρώπους οὐ τὰ πράγματα, ἀλλὰ τὰ περὶ τῶν πραγμάτων δόγματα. οἷον θάνατος οὐδὲν δεινόν, ἐπεὶ καὶ Σωκράτει ἂν ἐφαίνετο· ἀλλὰ τὸ δόγμα τὸ περὶ τοῦ θανάτου, διότι δεινόν, ἐκεῖνο τὸ δεινόν ἐστιν. ὅταν οὖν ἐμποδιζώμεθα ἢ ταρασσώμεθα ἢ λυπώμεθα, μηδέποτε ἄλλον αἰτιώμεθα, ἀλλ' ἑαυτούς, τούτεστι τὰ ἑαυτῶν δόγματα. ἀπαιδεύτου ἔργον τὸ ἄλλοις ἐγκαλεῖν ἐφ' οἷς αὐτὸς πράσσει κακῶς· ἠργμένου παιδεύεσθαι τὸ ἑαυτῷ· πεπαιδευμένου τὸ μήτε ἄλλῳ μήτε ἑαυτῷ·
notes
vocabulary
ταράσσω, ταράξω, ἐτάραξα, to trouble, disturb
δόγμα, -ατος, τό, opinion, belief, judgment, decision; philosophical principle
διότι, since, because, that
ἐμποδίζω, -ποδιῶ, -επόδισα, to hinder, frustrate
λυπέω, λυπήσω, ἐλύπησα, to grieve, to vex
μηδέποτε, never
αἰτιάομαι, αἰτιάσομαι, ᾐτιασάμην, to blame
ἀπαίδευτος, -ον, uneducated
ἐγκαλέω, ἐγκαλῶ, ἐνεκάλεσα, to rebuke, reproach + dat.
παιδεύω, παιδεύσω, ἐπαίδευσα, to teach, educate