(1) καὶ περὶ τούτων πολὺ γελοιότερος φέρεται λόγος, ὡς ὁ Φόρκυς εἶχε θυγατέρας τρεῖς, αἵτινες ἕνα ὀφθαλμὸν ἔχουσαι ἀνὰ μέρος ἐχρῶντο· τούτων δὲ ἡ χρωμένη ἐνετίθει αὐτὸν εἰς τὴν κεφαλὴν καὶ οὕτως ἔβλεπε· καὶ οὕτως, μιᾶς αὐτῶν ἀποδιδούσης τῇ ἑτέρᾳ τὸν ὀφθαλμόν, ἔβλεπον πᾶσαι. (2) ἐλθὼν δὲ ὁ Περσεὺς ὀπίσω αὐτῶν ἐν ἠρεμαίῳ βαδίσματι καὶ λαβὼν τὸν ὀφθαλμὸν αὐτῶν, ἔφησεν οὐκ ἀποδώσειν, ἐὰν μὴ φράσωσιν ὅπη ἐστὶν ἡ Γοργώ. (3) φράζουσι δ’ οὖν οὕτως· ὁ δὲ ἀποτεμὼν τὴν κεφαλὴν αὐτῆς, εἰς Σέριφον ἦλθε καὶ δείξας ταύτην τῷ Πολυδέκτῃ, λίθινον αὐτὸν ἐποίησεν. (4) καὶ τοῦτο δὲ γελοιότερον, ἄνδρα ζῶντα ἰδόντα νεκροῦ κεφαλὴν ἀπολιθωθῆναι. (5) τίς γὰρ ἡ δύναμις τοῦ νεκροῦ; (6) ἐγένετο οὖν τοιοῦτόν τι. (7) Φόρκυς ἦν ἀνὴρ Κερναῖος· οἱ δὲ Κερναῖοι γένος μέν εἰσιν Αἰθίοπες, οἰκοῦσι δὲ νῆσον τὴν Κέρνην ἔξω τῶν Ἡρακλείων Στηλῶν, ἀροῦσι δὲ Λιβύην παρὰ τὸν † Ἄννονα ποταμὸν κατ’ εὐθὺ Καρχηδόνος, εἰσὶ δὲ σφόδρα χρυσοῖ. (8) οὗτος ὁ Φόρκυς ἐβασίλευε τῶν νήσων τῶν ἔξω <τῶν> Ἡρακλείων Στηλῶν (εἰσὶ δὲ τρεῖς), καὶ ποιεῖ τετράπηχυ ἄγαλμα Ἀθηνᾶς χρυσοῦν. (9) καλοῦσι δὲ Κερναῖοι τὴν Ἀθηνᾶν Γοργώ, ὥσπερ τὴν Ἄρτεμιν Θρᾷκες μὲν Βένδιν, Κρῆτες δὲ Δίκτυναν, Λακεδαιμόνιοι δὲ Οὖπιν. (10) ὁ μὲν οὖν Φόρκυς ἀποθνῄσκει πρὶν εἰς τὸ ἱερὸν ἀναθεῖναι τὸ ἄγαλμα· κατέλιπε δὲ κόρας τρεῖς, Σθενώ, Εὐρυάλην, Μέδουσαν. (11) αὗται γήμασθαι μὲν οὐδενὶ ἠβουλήθησαν, διελόμεναι δὲ τὴν οὐσίαν ἑκάστη νήσου μιᾶς ἦρχε· τὴν δὲ Γοργὼ οὔτε πω ἀναθεῖναί γ’ αὐταῖς ἐδόκει, οὔτε διελεῖν, ἀλλ’ ἐν μέρει κατετίθεντο [ἐναλλὰξ] θησαυρὸν ἑαυταῖς. (12) ἦν δὲ τῷ Φόρκυνι ἑταῖρος, καλός τε καὶ ἀγαθὸς ἀνήρ, καὶ αὐτῷ ἐν παντὶ πράγματι ἐχρῶντο ὥσπερ ὀφθαλμῷ. (13) Περσεὺς δ’ ἀνὴρ φυγὰς ἐξ Ἄργους ἐληίζετο τὰ κατὰ θάλασσαν ἔχων πλοῖα καὶ ἰσχύν τινα περὶ αὑτόν· πυθόμενος δὲ ταύτῃ βασιλείαν εἶναι γυναικῶν καὶ πολύχρυσον μέν, ὀλίγανδρον δέ, ἀφικνεῖται· καὶ πρῶτον μὲν ναυλοχῶν ἐν τῷ πορθμῷ μεταξὺ τῆς Κέρνης καὶ τῆς Σαρπηδονίας, διαπλέοντα παρὰ τῆς ἑτέρας πρὸς τὴν ἑτέραν τὸν Ὀφθαλμὸν λαμβάνει. (14) οὗτος δὲ αὐτῷ φράζει ὅτι ἄλλο μὲν οὐδὲν ἔχει λαβεῖν παρ’ αὐτῶν ἄξιον λόγου ὅ τι μὴ τὴν Γοργώ, μηνύει τε αὐτῆς τὸ πλῆθος τοῦ χρυσοῦ. (15) αὐταὶ δὲ αἱ κόραι, ἐπεὶ οὐχ ἧκεν ὁ Ὀφθαλμὸς ἐν τῷ μέρει κατὰ τὸ εἰρημένον, συνῄεσαν ὁμόσε καὶ ᾐτιᾶτο ἡ ἑτέρα τὴν ἑτέραν. (16) ὁπότε δὲ ἀπηρνοῦντο μὴ ἔχειν, ἐθαύμαζον τί ἂν εἴη τὸ γεγονός. (17) ἐν τούτῳ προσπλεῖ αὐταῖς ὁ Περσεὺς ὁμοῦ οὔσαις, καὶ φράζει ὡς αὐτὸς ἔχει τὸν Ὀφθαλμόν, καί φησι μὴ ἀποδώσειν αὐταῖς, ἐὰν μὴ φράσωσιν ὅπη ἐστὶν ἡ Γοργώ· ἐπηπείλει δὲ καὶ προσαποκτενεῖν μὴ εἰπούσας. (18) ἡ μὲν οὖν Μέδουσα οὔ φησι δείξειν, ἡ δὲ Σθενὼ καὶ ἡ Εὐρυάλη ἔδειξαν. (19) τὴν μὲν οὖν Μέδουσαν ἀποκτείνει, ταῖς δὲ ἄλλαις τὸν Ὀφθαλμὸν ἀποδίδωσι. (20) λαβὼν δὲ τὴν Γοργὼ κατέκοψεν· ἀπαρτισάμενος δὲ τριήρη, ἐπέθηκεν ἐπ’ αὐτῆς τὴν τῆς Γοργοῦς κεφαλὴν καὶ τῇ νηὶ ὄνομα ἔθετο Γοργώ. (21) ἐν ταύτῃ δὲ περιπλέων χρήματα παρὰ τῶν νησιωτῶν εἰσεπράττετο καὶ τοὺς μὴ διδόντας ἀνῄρει. (22) οὕτω δὴ καὶ τοὺς Σεριφίους ᾔτει χρήματα προσπλεύσας· οἱ δὲ ἡμέρας αὐτὸν ᾐτήσαντο, ἐν αἷς συλλέξουσι τὰ χρήματα. (23) συναγαγόντες οὖν λίθους ἀνδρομήκεις ἔθηκαν εἰς τὴν ἀγορὰν καὶ ἐκλιπόντες τὴν Σέριφον ᾤχοντο. (24) προσπλεύσας οὖν πάλιν ὁ Περσεὺς ἐπὶ τὴν ἀπαίτησιν τῶν χρημάτων καὶ ἐλθὼν εἰς τὴν ἀγοράν, ἀνθρώπων μὲν οὐδένα εὗρε, λίθους δὲ ἀνδρομήκεις. (25) τοῖς οὖν λοιποῖς τῶν νησιωτῶν ἔλεγεν ὁ Περσεύς, ἐπειδὴ μὴ παρεῖχον τὰ χρήματα, “ὁρᾶτε μή, ὡς Σερίφιοι θεασάμενοι τῆς Γοργοῦς τὴν κεφαλὴν ἀπελιθώθησαν, καὶ ὑμεῖς τοῦτο πάθητε.”

    In Greek myth, the Daughters of Phorcys were ancient sisters who shared the use of a single eye and a single tooth. Their father, Phorcys, was a sea god. The hero Perseus stole the Daughters’ eye in order to extort information from them about the Gorgons, another trio of mythical (and monstrous) sisters, in preparation for his combat with Medusa. As Stern notes in his commentary, Palaephatus’ rationalization conflates the Daughters of Phorcys (elsewhere known as the “Graeae”) with the Gorgons, treating them as the same set of sisters and mixing their names up.

    For the basic elements of the myth concerning Perseus and the Daughters of Phorcys, see Apollodorus, Bibliotheca 2.4.2; Pindar, Pythian Odes 12.1–17. For a similar rationalization of the Daughters’ “eye” as a human being, see Heraclitus, De incredibilibus 13.

    For ancient depictions of this myth, see …

    1

    περὶ τούτων: i.e., about the daughters of Phorcys.

    φέρεται: “is handed down.”

    ἀνὰ μέρος: “in turn, successively” (LSJ μέρος II.2).

    τούτων δὲ: “and of these [sisters].”

    αὐτὸν: refers to ὀφθαλμός.

    καὶ οὕτως: adverbial καί, “in this way, too.”

    μιᾶς … ἀποδιδούσης: genitive absolute.

                αὐτῶν: refers to the sisters.

    2

    αὐτῶν: refers to the sisters.

    ἔφησεν οὐκ ἀποδώσειν: indirect discourse; the future infinitive represents the future indicative apodosis of a future-more-vivid condition. Perseus is the subject of ἔφησεν as well as the subject of ἀποδώσειν.

    ἐὰν μὴ φράσωσιν: future more vivid protasis.

    3

    οὖν: the particle marks a change of topic. Here, it is a change from the narrative portion of the myth to the grand finale.

    αὐτῆς: refers to the Gorgon.

    ταύτην: refers to Gorgon’s head.

    4

    τοῦτο δὲ γελοιότερον: supply ἐστι.

    ἄνδρα … ἀπολιθωθῆναι: exclamatory infinitive, “(to think) that a man was turned to stone.”

    6

    οὖν: the particle marks a change of topic. Here, it is from a description of what people say to a description of what really happened, i.e., from myth to history.

    7

    γένος: accusative of respect; take with Αἰθίοπες.

    νῆσον τὴν Κέρνην: Kerne is an Island described by Hanno the explorer in Periplus 8.

    ἔξω τῶν Ἡρακλείων Στηλῶν: “beyond the Pillars of Heracles,” i.e., west of the Strait of Gibraltar, where the Mediterranean meets the Atlantic Ocean.

    κατ’ εὐθὺ Καρχηδόνος: “equidistant as Carthage (is to the Pillars of Heracles).” Palaephatus’ source here may be Hanno (see note above), who uses the same turn of phrase (κατ’ εὐθὺ) and explains it as follows, “for the journey from Carthage to the pillars and from there to Kerne is equal” (Periplus 8).

    8

    (εἰσὶ δὲ τρεῖς): the number of islands.

    9

    καλοῦσι … τὴν Ἀθηνᾶν Γοργώ: Athena traditionally bore an image of the Gorgon on her armor.

    Βένδιν … Δίκτυναν … Οὖπιν: regional names for Artemis.

    10

    οὖν: the particle marks a change of topic. Here, it is from the setting to the narrative.

    πρὶν: “before,” + infin. 

    Σθενώ, Εὐρυάλην, Μέδουσαν: three Gorgons with names that befit seaborn potentates: Σθενώ (= σθένος “strength”), Εὐρυάλη “wide sea” (> εὐρύς, “wide,” and ἅλς, “sea”), Μέδουσα “ruler” (> μέδω, “to rule”).

    11

    τὴν οὐσίαν: their father’s property, which they inherited after his death.

    οὔτε … αὐταῖς ἐδόκει: “and it did not seem right to them (i.e., the daughters of Phorcys)” + infin. LSJ δοκέω II.4.b.

    ἐν μέρει: “by turns, in succession” (LSJ μέρος II.2).

    12

    αὐτῷ: refers to the companion (ἑταῖρος) of Phorcys; dative object of the verb ἐχρῶντο.

    13

    τὰ κατὰ θάλασσαν: the areas along the sea; i.e., the coast.

    ταύτῃ: “there,” “in that place.”

    διαπλέοντα: modifies Ὀφθαλμὸν.

    παρὰ τῆς ἑτέρας πρὸς τὴν ἑτέραν: “from the one place to the other,” i.e., between Kerne and Sarpedonia.

    τὸν Ὀφθαλμὸν: the old king’s companion, who was merely “like an eye” (ὥσπερ ὀφθαλμῷ) for Phorcys’s daughters a few lines earlier, is now revealed to be named “the Eye.”

    14

    οὗτος: refers to the Eye.

    αὐτῷ: refers to Perseus.

    ὅ τι μὴ τὴν Γοργώ: “except for the Gorgon” (LSJ μή Β.2.b and ὅτι II). A space is placed between ὅ and τι to distinguish the neuter singular indefinite relative pronoun (ὅστις, ἥτις, ὅ τι) from the conjunction ὅτι “that,” “because.”

    αὐτῆς τὸ πλῆθος τοῦ χρυσοῦ: “the amount/quantity of gold in it.”

    15

    ἐν τῷ μέρει: “in his allotted time (for the journey).”

    κατὰ τὸ εἰρημένον: “according to what had been agreed upon.”

    συνῄεσαν: 3rd pl. impf. indic. act. > σύνειμι.

    16

    ἀπηρνοῦντο μὴ ἔχειν: “they were denying that they had it.”

    τί ἂν εἴη τὸ γεγονός: potential optative with substantivized perfect participle, “what might have happened.”

                τὸ γεγονός: ptc. sing. pf. neut. nom. > γίγνομαι, “what has happened.”

    17

    ἐν τούτῳ: “in the meantime” (LSJ οὗτος C.VIII.6.b).

    φησι μὴ ἀποδώσειν αὐταῖς, ἐὰν μὴ φράσωσιν: future more vivid conditional, with an indirect statement in the apodosis: “He says that he will not give it to them, if they do not show him.”

    μὴ εἰπούσας: the participle has a conditional sense, “if they did not talk.” Conditional circumstantial participles take the negative μὴ.

    18

    οὖν: the particle here and in the next sentence mark turning points in the narrative.

    οὔ: receives an accent because it is followed by an enclitic.

    20

    κατέκοψεν: this verb, which normally means “to cut down” or “slaughter,” is used here to refer to the act of “dismantling” or “breaking down” the Gorgon statue, thus introducing a further ambiguity that accommodated the invention of the myth.

    ἐπ’ αὐτῆς: refers to the trireme.

    21

    ἐν ταύτῃ: refers to Perseus’s newly christened ship, the “Gorgon.”

    διδόντας: the participle has a conditional sense, “if they did not give.” Conditional circumstantial participles take the negative μὴ.

    22

    καὶ: adverbial.

    ἡμέρας αὐτὸν ᾐτήσαντο: “They asked him for [a few] days.”

    23

    οὖν: the particle here and in the next two sentences punctuate the turning points in the narrative.

    ἐκλιπόντες … ᾤχοντο: “they left after abandoning.” The verb οἴχομαι means “go” and can combine with a participle to indicate the manner of the departure.

    24

    ἐπὶ τὴν ἀπαίτησιν τῶν χρημάτων: ἐπὶ + acc., indicating purpose, “for the claiming of his money.”

    25

    ἐπειδὴ μὴ: temporal clauses referring to repeated actions in the past take the negative μή.

    ὁρᾶτε μή: imperative triggering a fear clause; “take care lest.”

    ὡς: “just as.”

    1

    γελοῖος –α –ον   ridiculous, absurd

    Φόρκυς –υος, ὁ   Phorcys (male name of a sea god)

    ἐντίθημι, ἐνθήσω, ἐνέθηκα, ἐντέθεικα, ἐντέθειμαι, ἐνετέθην   to set in, place in

    2

    Περσεὺς –έως, ὁ   Perseus, the Greek hero

    ὀπίσω, adv.   behind (also can function as preposition + gen.)

    ἠρεμαῖος –α –ον   calm, gentle

    βάδισμα –ατος, τό   gait

    ὅπη (also ὅπῃ), adv.   to where, where?

    Γοργώ –οῦς, ἡ   Gorgon

    3

    ἀποτέμνω, ἀποτεμῶ, ἀπέτεμον, ἀποτέτμηκα, ἀποτέτμημαι, ἀπετμήθην   to cut off

    Σέριφος –ου, ἡ   Seriphos, an island of the Cyclades

    Πολυδέκτης –ου, ὁ   king of Seriphos

    λίθινος –α –ον   of stone, stone

    4

    νεκρός –οῦ, ὁ   corpse

    ἀπολιθόω, contr.   to turn into stone, petrify

    7

    Κερναῖος –α –ον   Cernian, of Cerne

    Αἰθίοψ –οπος, ὁ   Ethiopian

    Κέρνη –ης, ἡ   Cerne, an island off the western coast of Africa; described in Hanno’s Periplus

    Ἡράκλειος –η –ον   of Heracles

    στήλη –ης, ἡ   pillar

    ἀρόω, ἀρόσω, ἤροσα, —, ἀρήρομαι, ἀρόθην   to plough, cultivate 

    Λιβύη –ης, ἡ   Libya

    Καρχηδών –όνος, ἡ   Karchedon (i.e., Carthage)

    σφόδρα, adv.   very much

    χρυσός –οῦ, ὁ   gold

    8

    βασιλεύω   to be king, rule (+ gen.)

    τετράπηχυς –υ, (gen. –ους)   four cubits (≈ 6 feet)

    ἄγαλμα –ατος, τό   statue, sculpture

    Ἀθήνη –ης, ἡ   Athena

    χρύσεος (–οῦς) –εα (–ῆ) –εον (–οῦν)   golden

    9

    Ἄρτεμις –ιδος, ἡ   Artemis

    Θράκιος –α –ον   Thracian

    Βενδῖς –ῖδος, ἡ   Bendis

    Κρής –ῆτος, ὁ   Cretan

    Δίκτυννα (also Δίκτυνα) –ης, ἡ   Dictyna

    Λακεδαιμόνιος –α –ον   Lacedaemonian, Spartan

    Οὖπις (Ὦπις) –ιδος, ἡ   Oupis (name associated with Artemis traditions)

    10

    ἀνατίθημι, ἀναθήσω, ἀνέθηκα, ἀνατέθεικα, ἀνατέθειμαι, ἀνετέθην   to dedicate

    καταλείπω, καταλείψω, κατέλειψα/κατέλιπον, καταλέλοιπα, καταλέλειμμαι, κατελείφθην   to leave behind

    κόρη –ης, ἡ   girl, maiden

    Σθενώ –οῦς, ἡ   Stheno

    Εὐρυάλη –ης, ἡ   Euryale

    Μέδουσα –ης, ἡ   Medusa

    11

    γαμέω, γαμῶ, ἔγημα, γεγάμηκα, γεγάμημαι, ἐγαμήθην   to marry

    διαιρέω, διαιρήσω/διελῶ, διεῖλον/διεῖλα, διῄρηκα, διῄρημαι, διῃρέθην   to divide

    πω, adv.   yet, at all, ever

    κατατίθημι, καταθήσω, κατέθηκα, κατατέθεικα, κατατέθειμαι, κατετέθην   to lay aside, store

    ἐναλλάξ, adv.   in turns, successively

    θησαυρός –οῦ, ὁ   treasure, store, hoard

    12

    ἑταῖρος –ου, ὁ   companion

    13

    φυγάς –άδος, ὁ/ἡ   fugitive, exile

    Ἄργος –ους, τό   Argos

    ληΐζομαι, ληΐσομαι, ἐληϊσάμην, —, λέλῃσμαι, ἐληΐσθην   to raid, plunder

    πλοῖον –ου, τό   boat, vessel

    ἰσχύς –ύος, ἡ   (military) force, troops (LSJ ἰσχύς II)

    βασιλεία –ας, ἡ   kingdom

    πολύχρυσος –ον   rich in gold

    ὀλίγανδρος –ον   poor in men

    ναυλοχέω, contr.   to lie at anchor (in order to ambush another ship)

    πορθμός –οῦ, ὁ   narrows, strait

    Σαρπηδονία –ας, ἡ   Sarpedonia

    διαπλέω, διαπλεύσω, διέπλευσα, διαπέπλευκα, —, —   to sail through

    14

    μηνύω, μηνύσω, ἐμήνυσα, μεμήνυκα, μεμήνυμαι, ἐμηνύθην   to disclose, reveal

    15

    σύνειμι   to assemble, gather

    ὁμόσε, adv.   to the same place

    αἰτιάομαι, αἰτιάσομαι, ᾐτιάσάμην, —, ᾐτίαμαι, ᾐτιάθην   to accuse

    16

    ὁπότε   when

    ἀπαρνέομαι, ἀπαρνήσομαι, ἀπηρνησάμην, —, ἀπήρνημαι, ἀπηρνήθην   to deny

    17

    προσπλέω, contr.   to sail against; attack by ship (+ dat.)

    ὁμοῦ, adv.   together, in the same place

    ἐπαπειλέω, contr.   to threaten

    προσαποκτείνω, προσαποκτενῶ, προσαπέκτεινα, —, —, —   to kill in addition

    20

    κατακόπτω, κατακόψω, κατέκοψα, —, κατακέκομμαι, κατεκόπην   to break into pieces, dismantle

    ἀπαρτίζω, ἀπαρτιῶ, ἀπήρτισα, ἀπήρτικα, ἀπήρτισμαι, ἀπηρτίσθην   to get (something) ready

    τριήρης –ους, ἡ   tri-rowed ship, trireme

    ἐπιτίθημι, ἐπιθήσω, ἐπέθηκα, ἐπιτέθεικα, ἐπιτέθειμαι, ἐπετέθην   to place (+ acc.)

    21

    περιπλέω, contr.   to sail around, voyage by sea

    νησιώτης –ου, ὁ   islander

    εἰσπράττω, εἰσπράξω, εἰσέπραξα, —, εἰσπέπραγμαι, εἰσεπράχθην   to exact tribute

    22

    Σερίφιος –ου, ὁ   Seriphian, inhabitant of Seriphos

    συλλέγω, συλλέξω, συνέλεξα, συνείλοχα, συνείλεγμαι / συλλέλεγμαι, συνελέχθην / συνελέγην   to gather together

    23

    συνάγω, συνάξω, συνήγαγον, συνήχα, συνῆγμαι, συνήχθην   to gather, assemble

    ἀνδρομήκης –ες   of a man’s height

    ἀγορά –ᾶς, ἡ   marketplace, public assembly area

    ἐκλείπω, ἐκλείψω, ἐξέλιπον, ἐκλέλοιπα, ἐκλέλειμμαι, ἐξελείφθην   to leave behind

    οἴχομαι, οἰχήσομαι, —, ᾤχηκα and ᾤχωκα, ᾤχημαι, —   to depart

    24

    ἀπαίτησις –εως, ἡ   claim, demand; the act of claiming

    25

    θεάομαι, θεάσομαι, ἐθεάσάμην, τεθέαμαι, —, ἐθεάθην   to gaze at

    article nav