19.361–404

ὣς ἄρʼ ἔφη, γρηῢς δὲ κατέσχετο χερσὶ πρόσωπα,

δάκρυα δʼ ἔκβαλε θερμά, ἔπος δʼ ὀλοφυδνὸν ἔειπεν·

ὤ μοι ἐγὼ σέο, τέκνον, ἀμήχανος· ἦ σε περὶ Ζεὺς

ἀνθρώπων ἤχθηρε θεουδέα θυμὸν ἔχοντα.

οὐ γάρ πώ τις τόσσα βροτῶν Διὶ τερπικεραύνῳ365

πίονα μηρίʼ ἔκηʼ οὐδʼ ἐξαίτους ἑκατόμβας,

ὅσσα σὺ τῷ ἐδίδους, ἀρώμενος ἧος ἵκοιο

γῆράς τε λιπαρὸν θρέψαιό τε φαίδιμον υἱόν·

νῦν δέ τοι οἴῳ πάμπαν ἀφείλετο νόστιμον ἦμαρ.

οὕτω που καὶ κείνῳ ἐφεψιόωντο γυναῖκες370

19.317–360

ἀλλά μιν, ἀμφίπολοι, ἀπονίψατε, κάτθετε δʼ εὐνήν,

δέμνια καὶ χλαίνας καὶ ῥήγεα σιγαλόεντα,

ὥς κʼ εὖ θαλπιόων χρυσόθρονον Ἠῶ ἵκηται.

ἠῶθεν δὲ μάλʼ ἦρι λοέσσαι τε χρῖσαί τε,320

ὥς κʼ ἔνδον παρὰ Τηλεμάχῳ δείπνοιο μέδηται

ἥμενος ἐν μεγάρῳ· τῷ δʼ ἄλγιον ὅς κεν ἐκείνων

τοῦτον ἀνιάζῃ θυμοφθόρος· οὐδέ τι ἔργον

ἐνθάδʼ ἔτι πρήξει, μάλα περ κεχολωμένος αἰνῶς.

πῶς γὰρ ἐμεῦ σύ, ξεῖνε, δαήσεαι εἴ τι γυναικῶν325

ἀλλάων περίειμι νόον καὶ ἐπίφρονα μῆτιν,

19.277–316

οἱ μὲν πάντες ὄλοντο πολυκλύστῳ ἐνὶ πόντῳ·

τὸν δʼ ἄρʼ ἐπὶ τρόπιος νεὸς ἔκβαλε κῦμʼ ἐπὶ χέρσου,

Φαιήκων ἐς γαῖαν, οἳ ἀγχίθεοι γεγάασιν,

οἳ δή μιν περὶ κῆρι θεὸν ὣς τιμήσαντο280

καί οἱ πολλὰ δόσαν πέμπειν τέ μιν ἤθελον αὐτοὶ

οἴκαδʼ ἀπήμαντον. καί κεν πάλαι ἐνθάδʼ Ὀδυσσεὺς

ἤην· ἀλλʼ ἄρα οἱ τό γε κέρδιον εἴσατο θυμῷ,

χρήματʼ ἀγυρτάζειν πολλὴν ἐπὶ γαῖαν ἰόντι·

ὣς περὶ κέρδεα πολλὰ καταθνητῶν ἀνθρώπων285

οἶδʼ Ὀδυσεύς, οὐδʼ ἄν τις ἐρίσσειε βροτὸς ἄλλος.

19.241–276

καί οἱ ἐγὼ χάλκειον ἄορ καὶ δίπλακα δῶκα

καλὴν πορφυρέην καὶ τερμιόεντα χιτῶνα,

αἰδοίως δʼ ἀπέπεμπον ἐϋσσέλμου ἐπὶ νηός.

καὶ μέν οἱ κῆρυξ ὀλίγον προγενέστερος αὐτοῦ

εἵπετο· καὶ τόν τοι μυθήσομαι, οἷος ἔην περ.245

γυρὸς ἐν ὤμοισιν, μελανόχροος, οὐλοκάρηνος,

Εὐρυβάτης δʼ ὄνομʼ ἔσκε· τίεν δέ μιν ἔξοχον ἄλλων

ὧν ἑτάρων Ὀδυσεύς, ὅτι οἱ φρεσὶν ἄρτια ᾔδη.

ὣς φάτο, τῇ δʼ ἔτι μᾶλλον ὑφʼ ἵμερον ὦρσε γόοιο,

σήματʼ ἀναγνούσῃ τά οἱ ἔμπεδα πέφραδʼ Ὀδυσσεύς.250

19.190–240

αὐτίκα δʼ Ἰδομενῆα μετάλλα ἄστυδʼ ἀνελθών·190

ξεῖνον γάρ οἱ ἔφασκε φίλον τʼ ἔμεν αἰδοῖόν τε.

τῷ δʼ ἤδη δεκάτη ἢ ἑνδεκάτη πέλεν ἠὼς

οἰχομένῳ σὺν νηυσὶ κορωνίσιν Ἴλιον εἴσω.

τὸν μὲν ἐγὼ πρὸς δώματʼ ἄγων ἐῢ ἐξείνισσα,

ἐνδυκέως φιλέων, πολλῶν κατὰ οἶκον ἐόντων·195

καί οἱ τοῖς ἄλλοις ἑτάροις, οἳ ἅμʼ αὐτῷ ἕποντο,

δημόθεν ἄλφιτα δῶκα καὶ αἴθοπα οἶνον ἀγείρας

καὶ βοῦς ἱρεύσασθαι, ἵνα πλησαίατο θυμόν.

ἔνθα δυώδεκα μὲν μένον ἤματα δῖοι Ἀχαιοί·

19.148–189

ὣς ἐφάμην, τοῖσιν δʼ ἐπεπείθετο θυμὸς ἀγήνωρ.

ἔνθα καὶ ἠματίη μὲν ὑφαίνεσκον μέγαν ἱστόν,

νύκτας δʼ ἀλλύεσκον, ἐπεὶ δαΐδας παραθείμην.150

ὣς τρίετες μὲν ἔληθον ἐγὼ καὶ ἔπειθον Ἀχαιούς·

ἀλλʼ ὅτε τέτρατον ἦλθεν ἔτος καὶ ἐπήλυθον ὧραι,

μηνῶν φθινόντων, περὶ δʼ ἤματα πόλλʼ ἐτελέσθη,

καὶ τότε δή με διὰ δμῳάς, κύνας οὐκ ἀλεγούσας,

εἷλον ἐπελθόντες καὶ ὁμόκλησαν ἐπέεσσιν.155

ὣς τὸ μὲν ἐξετέλεσσα, καὶ οὐκ ἐθέλουσʼ, ὑπʼ ἀνάγκης·

19.89–147

ὣς φάτο, τοῦ δʼ ἤκουσε περίφρων Πηνελόπεια,

ἀμφίπολον δʼ ἐνένιπεν ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζε·90

πάντως, θαρσαλέη, κύον ἀδεές, οὔ τί με λήθεις

ἔρδουσα μέγα ἔργον, ὃ σῇ κεφαλῇ ἀναμάξεις·

πάντα γὰρ εὖ ᾔδησθʼ, ἐπεὶ ἐξ ἐμεῦ ἔκλυες αὐτῆς

ὡς τὸν ξεῖνον ἔμελλον ἐνὶ μεγάροισιν ἐμοῖσιν

ἀμφὶ πόσει εἴρεσθαι, ἐπεὶ πυκινῶς ἀκάχημαι.95

ἦ ῥα καὶ Εὐρυνόμην ταμίην πρὸς μῦθον ἔειπεν·

Εὐρυνόμη, φέρε δὴ δίφρον καὶ κῶας ἐπʼ αὐτοῦ,

ὄφρα καθεζόμενος εἴπῃ ἔπος ἠδʼ ἐπακούσῃ

19.47–88

ὣς φάτο, Τηλέμαχος δὲ διὲκ μεγάροιο βεβήκει

κείων ἐς θάλαμον, δαΐδων ὕπο λαμπομενάων,

ἔνθα πάρος κοιμᾶθʼ, ὅτε μιν γλυκὺς ὕπνος ἱκάνοι·

ἔνθʼ ἄρα καὶ τότʼ ἔλεκτο καὶ Ἠῶ δῖαν ἔμιμνεν.50

αὐτὰρ ὁ ἐν μεγάρῳ ὑπελείπετο δῖος Ὀδυσσεύς,

μνηστήρεσσι φόνον σὺν Ἀθήνῃ μερμηρίζων.

ἡ δʼ ἴεν ἐκ θαλάμοιο περίφρων Πηνελόπεια,

Ἀρτέμιδι ἰκέλη ἠὲ χρυσέῃ Ἀφροδίτῃ.

τῇ παρὰ μὲν κλισίην πυρὶ κάτθεσαν, ἔνθʼ ἄρʼ ἐφῖζε,55

δινωτὴν ἐλέφαντι καὶ ἀργύρῳ· ἥν ποτε τέκτων

19.1–46

αὐτὰρ ὁ ἐν μεγάρῳ ὑπελείπετο δῖος Ὀδυσσεύς,

μνηστήρεσσι φόνον σὺν Ἀθήνῃ μερμηρίζων·

αἶψα δὲ Τηλέμαχον ἔπεα πτερόεντα προσηύδα·

Τηλέμαχε, χρὴ τεύχεʼ ἀρήϊα κατθέμεν εἴσω

πάντα μάλʼ· αὐτὰρ μνηστῆρας μαλακοῖς ἐπέεσσι5

παρφάσθαι, ὅτε κέν σε μεταλλῶσιν ποθέοντες·

ἐκ καπνοῦ κατέθηκʼ, ἐπεὶ οὐκέτι τοῖσιν ἐῴκει

οἷά ποτε Τροίηνδε κιὼν κατέλειπεν Ὀδυσσεύς,

ἀλλὰ κατῄκισται, ὅσσον πυρὸς ἵκετʼ ἀϋτμή.

πρὸς δʼ ἔτι καὶ τόδε μεῖζον ἐνὶ φρεσὶν ἔβαλε δαίμων10

20.345–394

ὣς φάτο Τηλέμαχος· μνηστῆρσι δὲ Παλλὰς Ἀθήνη345

ἄσβεστον γέλω ὦρσε, παρέπλαγξεν δὲ νόημα.

οἱ δʼ ἤδη γναθμοῖσι γελοίων ἀλλοτρίοισιν,

αἱμοφόρυκτα δὲ δὴ κρέα ἤσθιον· ὄσσε δʼ ἄρα σφέων

δακρυόφιν πίμπλαντο, γόον δʼ ὠΐετο θυμός.

τοῖσι δὲ καὶ μετέειπε Θεοκλύμενος θεοειδής·350

ἆ δειλοί, τί κακὸν τόδε πάσχετε; νυκτὶ μὲν ὑμέων

εἰλύαται κεφαλαί τε πρόσωπά τε νέρθε τε γοῦνα.

οἰμωγὴ δὲ δέδηε, δεδάκρυνται δὲ παρειαί,

αἵματι δʼ ἐρράδαται τοῖχοι καλαί τε μεσόδμαι·