22.170–209

τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·170

ἦ τοι ἐγὼ καὶ Τηλέμαχος μνηστῆρας ἀγαυοὺς

σχήσομεν ἔντοσθεν μεγάρων, μάλα περ μεμαῶτας.

σφῶϊ δʼ ἀποστρέψαντε πόδας καὶ χεῖρας ὕπερθεν

ἐς θάλαμον βαλέειν, σανίδας δʼ ἐκδῆσαι ὄπισθε,

σειρὴν δὲ πλεκτὴν ἐξ αὐτοῦ πειρήναντε175

κίονʼ ἀνʼ ὑψηλὴν ἐρύσαι πελάσαι τε δοκοῖσιν,

ὥς κεν δηθὰ ζωὸς ἐὼν χαλέπʼ ἄλγεα πάσχῃ·

ὣς ἔφαθʼ, οἱ δʼ ἄρα τοῦ μάλα μὲν κλύον ἠδʼ ἐπίθοντο,

βὰν δʼ ἴμεν ἐς θάλαμον, λαθέτην δέ μιν ἔνδον ἐόντα.

22.126–169

ὀρσοθύρη δέ τις ἔσκεν ἐϋδμήτῳ ἐνὶ τοίχῳ,

ἀκρότατον δὲ παρʼ οὐδὸν ἐϋσταθέος μεγάροιο

ἦν ὁδὸς ἐς λαύρην, σανίδες δʼ ἔχον εὖ ἀραρυῖαι.

τὴν δʼ Ὀδυσεὺς φράζεσθαι ἀνώγει δῖον ὑφορβὸν

ἑσταότʼ ἄγχʼ αὐτῆς· μία δʼ οἴη γίγνετʼ ἐφορμή.130

τοῖς δʼ Ἀγέλεως μετέειπεν, ἔπος πάντεσσι πιφαύσκων·

ὦ φίλοι, οὐκ ἂν δή τις ἀνʼ ὀρσοθύρην ἀναβαίη

καὶ εἴποι λαοῖσι, βοὴ δʼ ὤκιστα γένοιτο;

τῷ κε τάχʼ οὗτος ἀνὴρ νῦν ὕστατα τοξάσσαιτο.

τὸν δʼ αὖτε προσέειπε Μελάνθιος, αἰπόλος αἰγῶν·135

22.79–125

ὣς ἄρα φωνήσας εἰρύσσατο φάσγανον ὀξὺ

χάλκεον, ἀμφοτέρωθεν ἀκαχμένον, ἆλτο δʼ ἐπʼ αὐτῷ80

σμερδαλέα ἰάχων· ὁ δʼ ἁμαρτῆ δῖος Ὀδυσσεὺς

ἰὸν ἀποπροίει, βάλε δὲ στῆθος παρὰ μαζόν,

ἐν δέ οἱ ἥπατι πῆξε θοὸν βέλος· ἐκ δʼ ἄρα χειρὸς

φάσγανον ἧκε χαμᾶζε, περιρρηδὴς δὲ τραπέζῃ

κάππεσεν ἰδνωθείς, ἀπὸ δʼ εἴδατα χεῦεν ἔραζε85

καὶ δέπας ἀμφικύπελλον· ὁ δὲ χθόνα τύπτε μετώπῳ

θυμῷ ἀνιάζων, ποσὶ δὲ θρόνον ἀμφοτέροισι

λακτίζων ἐτίνασσε· κατʼ ὀφθαλμῶν δʼ ἔχυτʼ ἀχλύς.

22.42–78

ὣς φάτο, τοὺς δʼ ἄρα πάντας ὑπὸ χλωρὸν δέος εἷλεν·

πάπτηνεν δὲ ἕκαστος ὅπη φύγοι αἰπὺν ὄλεθρον.

Εὐρύμαχος δέ μιν οἶος ἀμειβόμενος προσέειπεν·

εἰ μὲν δὴ Ὀδυσεὺς Ἰθακήσιος εἰλήλουθας,45

ταῦτα μὲν αἴσιμα εἶπας, ὅσα ῥέζεσκον Ἀχαιοί,

πολλὰ μὲν ἐν μεγάροισιν ἀτάσθαλα, πολλὰ δʼ ἐπʼἀγροῦ.

ἀλλʼ ὁ μὲν ἤδη κεῖται ὃς αἴτιος ἔπλετο πάντων,

Ἀντίνοος· οὗτος γὰρ ἐπίηλεν τάδε ἔργα,

οὔ τι γάμου τόσσον κεχρημένος οὐδὲ χατίζων,50

ἀλλʼ ἄλλα φρονέων, τά οἱ οὐκ ἐτέλεσσε Κρονίων,

22.1–41

αὐτὰρ ὁ γυμνώθη ῥακέων πολύμητις Ὀδυσσεύς,

ἆλτο δʼ ἐπὶ μέγαν οὐδόν, ἔχων βιὸν ἠδὲ φαρέτρην

ἰῶν ἐμπλείην, ταχέας δʼ ἐκχεύατʼ ὀϊστοὺς

αὐτοῦ πρόσθε ποδῶν, μετὰ δὲ μνηστῆρσιν ἔειπεν·

οὗτος μὲν δὴ ἄεθλος ἀάατος ἐκτετέλεσται·5

νῦν αὖτε σκοπὸν ἄλλον, ὃν οὔ πώ τις βάλεν ἀνήρ,

εἴσομαι, αἴ κε τύχωμι, πόρῃ δέ μοι εὖχος Ἀπόλλων.

ἦ καὶ ἐπʼ Ἀντινόῳ ἰθύνετο πικρὸν ὀϊστόν.

ἦ τοι ὁ καλὸν ἄλεισον ἀναιρήσεσθαι ἔμελλε,

χρύσεον ἄμφωτον, καὶ δὴ μετὰ χερσὶν ἐνώμα,10

21.401–434

ἄλλος δʼ αὖ εἴπεσκε νέων ὑπερηνορεόντων·

αἲ γὰρ δὴ τοσσοῦτον ὀνήσιος ἀντιάσειεν

ὡς οὗτός ποτε τοῦτο δυνήσεται ἐντανύσασθαι.

ὣς ἄρʼ ἔφαν μνηστῆρες· ἀτὰρ πολύμητις Ὀδυσσεύς,

αὐτίκʼ ἐπεὶ μέγα τόξον ἐβάστασε καὶ ἴδε πάντῃ,405

ὡς ὅτʼ ἀνὴρ φόρμιγγος ἐπιστάμενος καὶ ἀοιδῆς

ῥηϊδίως ἐτάνυσσε νέῳ περὶ κόλλοπι χορδήν,

ἅψας ἀμφοτέρωθεν ἐϋστρεφὲς ἔντερον οἰός,

ὣς ἄρʼ ἄτερ σπουδῆς τάνυσεν μέγα τόξον Ὀδυσσεύς.

δεξιτερῇ ἄρα χειρὶ λαβὼν πειρήσατο νευρῆς·410

21.354–400

ἡ μὲν θαμβήσασα πάλιν οἶκόνδε βεβήκει·

παιδὸς γὰρ μῦθον πεπνυμένον ἔνθετο θυμῷ.355

ἐς δʼ ὑπερῷʼ ἀναβᾶσα σὺν ἀμφιπόλοισι γυναιξὶ

κλαῖεν ἔπειτʼ Ὀδυσῆα, φίλον πόσιν, ὄφρα οἱ ὕπνον

ἡδὺν ἐπὶ βλεφάροισι βάλε γλαυκῶπις Ἀθήνη.

αὐτὰρ ὁ τόξα λαβὼν φέρε καμπύλα δῖος ὑφορβός·

μνηστῆρες δʼ ἄρα πάντες ὁμόκλεον ἐν μεγάροισιν·360

ὧδε δέ τις εἴπεσκε νέων ὑπερηνορεόντων·

πῆ δὴ καμπύλα τόξα φέρεις, ἀμέγαρτε συβῶτα,

πλαγκτέ; τάχʼ αὖ σʼ ἐφʼ ὕεσσι κύνες ταχέεςκατέδονται

21.311–353

τὸν δʼ αὖτε προσέειπε περίφρων Πηνελόπεια·

Ἀντίνοʼ, οὐ μὲν καλὸν ἀτέμβειν οὐδὲ δίκαιον

ξείνους Τηλεμάχου, ὅς κεν τάδε δώμαθʼ ἵκηται·

ἔλπεαι, αἴ χʼ ὁ ξεῖνος Ὀδυσσῆος μέγα τόξον

ἐντανύσῃ χερσίν τε βίηφί τε ἧφι πιθήσας,315

οἴκαδέ μʼ ἄξεσθαι καὶ ἑὴν θήσεσθαι ἄκοιτιν;

οὐδʼ αὐτός που τοῦτό γʼ ἐνὶ στήθεσσιν ἔολπε·

μηδέ τις ὑμείων τοῦ γʼ εἵνεκα θυμὸν ἀχεύων

ἐνθάδε δαινύσθω, ἐπεὶ οὐδὲ μὲν οὐδὲ ἔοικεν.

τὴν δʼ αὖτʼ Εὐρύμαχος, Πολύβου πάϊς, ἀντίον ηὔδα·320

21.256–310

τὸν δʼ αὖτʼ Ἀντίνοος προσέφη, Εὐπείθεος υἱός·

Εὐρύμαχʼ, οὐχ οὕτως ἔσται· νοέεις δὲ καὶ αὐτός.

νῦν μὲν γὰρ κατὰ δῆμον ἑορτὴ τοῖο θεοῖο

ἁγνή· τίς δέ κε τόξα τιταίνοιτʼ; ἀλλὰ ἕκηλοι

κάτθετʼ· ἀτὰρ πελέκεάς γε καὶ εἴ κʼ εἰῶμεν ἅπαντας260

ἑστάμεν· οὐ μὲν γάρ τινʼ ἀναιρήσεσθαι ὀΐω,

ἐλθόντʼ ἐς μέγαρον Λαερτιάδεω Ὀδυσῆος.

ἀλλʼ ἄγετʼ, οἰνοχόος μὲν ἐπαρξάσθω δεπάεσσιν,

ὄφρα σπείσαντες καταθείομεν ἀγκύλα τόξα·

ἠῶθεν δὲ κέλεσθε Μελάνθιον, αἰπόλον αἰγῶν,265

21.205–255

αὐτὰρ ἐπεὶ δὴ τῶν γε νόον νημερτέʼ ἀνέγνω,205

ἐξαῦτίς σφε ἔπεσσιν ἀμειβόμενος προσέειπεν·

ἔνδον μὲν δὴ ὅδʼ αὐτὸς ἐγώ, κακὰ πολλὰ μογήσας

ἤλυθον εἰκοστῷ ἔτεϊ ἐς πατρίδα γαῖαν.

γιγνώσκω δʼ ὡς σφῶϊν ἐελδομένοισιν ἱκάνω

οἴοισι δμώων· τῶν δʼ ἄλλων οὔ τευ ἄκουσα210

εὐξαμένου ἐμὲ αὖτις ὑπότροπον οἴκαδʼ ἱκέσθαι.

σφῶϊν δʼ, ὡς ἔσεταί περ, ἀληθείην καταλέξω.

εἴ χʼ ὑπʼ ἐμοί γε θεὸς δαμάσῃ μνηστῆρας ἀγαυούς,

ἄξομαι ἀμφοτέροις ἀλόχους καὶ κτήματʼ ὀπάσσω