19.405–454
τὴν δʼ αὖτʼ Αὐτόλυκος ἀπαμείβετο φώνησέν τε·405
γαμβρὸς ἐμὸς θυγάτηρ τε, τίθεσθʼ ὄνομʼ ὅττι κεν εἴπω·
πολλοῖσιν γὰρ ἐγώ γε ὀδυσσάμενος τόδʼ ἱκάνω,
ἀνδράσιν ἠδὲ γυναιξὶν ἀνὰ χθόνα πουλυβότειραν·
τῷ δʼ Ὀδυσεὺς ὄνομʼ ἔστω ἐπώνυμον· αὐτὰρ ἐγώ γε,
ὁππότʼ ἂν ἡβήσας μητρώϊον ἐς μέγα δῶμα410
ἔλθῃ Παρνησόνδʼ, ὅθι πού μοι κτήματʼ ἔασι,
τῶν οἱ ἐγὼ δώσω καί μιν χαίροντʼ ἀποπέμψω.
τῶν ἕνεκʼ ἦλθʼ Ὀδυσεύς, ἵνα οἱ πόροι ἀγλαὰ δῶρα.