Apollodoros: Perseus III
Apollodoros: Perseus III
παραγίνεται δὲ εἰς Αἰθιοπίαν, ἧς ἐβασίλευε Κηφεύς· εὑρίσκει τὴν τούτου θυγατέρα Ἀνδρομέδαν δεδεμένην πρὸς πέτραν, βορὰν θαλασσίῳ κήτει. Κασσιέπεια γὰρ ἡ Κηφέως γυνὴ Νηρηίσιν ἤρισε περὶ κάλλους, καὶ ἔλεγε ὅτι αὐτὴ ἦν κρείσσων ἢ πᾶσαι· ὅθεν αἱ Νηρηίδες τε καὶ Ποσειδῶν ἐμήνισαν, καὶ Ποσειδῶν πλήμμυράν τε ἐπὶ τὴν χώραν ἔπεμψε καὶ κῆτος. οἱ Αἰθίοπες, κατὰ τὸν τοῦ Ἄμμωνος χρησμόν, ἠνάγκασαν τὸν Κηφέα προθεῖναι τὴν Κασσιεπείας θυγατέρα Ἀνδρομέδα τῷ κήτει βορά, καὶ προσέδησε τὴν θυγατέρα πρὸς πέτρα.
Apollodoros: Perseus II
Apollodoros: Perseus II
αἱ δὲ Γοργόνες ἦσαν Σθενὼ Εὐρυάλη Μέδουσα. μόνη δὲ ἦν θνητὴ Μέδουσα: διὰ τοῦτο ἐπὶ τὴν ταύτης κεφαλὴν Περσεὺς ἐπέμφθη. εἶχον δὲ αἱ Γοργόνες κεφαλὰς μὲν περιεσπειραμένας φολίσι δρακόντων, ὀδόντας δὲ μεγάλους ὡς συῶν, καὶ χεῖρας χαλκᾶς, καὶ πτέρυγας χρυσᾶς, δι᾽ ὧν πέτονται. τοὺς δὲ ἰδόντας λίθους ἐποίουν. καὶ διὰ τοῦτο ἧκε καὶ κατέλαβε τὰς Γοργόνας ἐν ὕπνῳ.
Apollodoros: Perseus I
Apollodoros: Perseus I
διὰ δὲ Ἑρμῆν καὶ Ἀθήνην ὁ Περσεύς ἐπὶ τὰς Φόρκου θυγατέρας παραγίνεται, Ἐνυὼ καὶ Πεφρηδὼ καὶ Δεινώ: ἦσαν δὲ αὗται Κητοῦς τε καὶ Φόρκου, Γοργόνων ἀδελφαί, γραῖαι ἐκ γενετῆς. ἕνα τε ὀφθαλμὸν αἱ τρεῖς καὶ ἕνα ὀδόντα εἶχον, καὶ ταῦτα παρὰ μέρος ἤμειβον ἀλλήλαις. ἐκυρίευσε τούτων ὁ Περσεύς. αὗται μὲν ἀπῄτουν, εἶπεν δὲ ὅτι ἀποδώσει αὐταῖς, ἀλλ᾿ πρῶτον δεῖ αὐτοῖς δείξαι αὐτῷ τὴν ὁδόν τὴν ἐπὶ τὰς νύμφας. αὗται δὲ αἱ νύμφαι πτηνὰ εἶχον πέδιλα καὶ τὴν κίβισιν, ἥ ἐστι πήρα. εἶχον δὲ καὶ τὴν Ἄϊδος κυνῆν.
24.496–548
ὣς ἔφαθʼ, οἱ δʼ ὤρνυντο καὶ ἐν τεύχεσσι δύοντο,
τέσσαρες ἀμφʼ Ὀδυσῆʼ, ἓξ δʼ υἱεῖς οἱ Δολίοιο·
ἐν δʼ ἄρα Λαέρτης Δολίος τʼ ἐς τεύχεʼ ἔδυνον,
καὶ πολιοί περ ἐόντες, ἀναγκαῖοι πολεμισταί.
αὐτὰρ ἐπεί ῥʼ ἕσσαντο περὶ χροῒ νώροπα χαλκόν,500
ὤϊξάν ῥα θύρας, ἐκ δʼ ἤϊον, ἄρχε δʼ Ὀδυσσεύς.
τοῖσι δʼ ἐπʼ ἀγχίμολον θυγάτηρ Διὸς ἦλθεν Ἀθήνη
Μέντορι εἰδομένη ἠμὲν δέμας ἠδὲ καὶ αὐδήν.
τὴν μὲν ἰδὼν γήθησε πολύτλας δῖος Ὀδυσσεύς·
αἶψα δὲ Τηλέμαχον προσεφώνεεν ὃν φίλον υἱόν·505
24.450–495
ὣς φάτο, τοὺς δʼ ἄρα πάντας ὑπὸ χλωρὸν δέος ᾕρει.450
τοῖσι δὲ καὶ μετέειπε γέρων ἥρως Ἁλιθέρσης
Μαστορίδης· ὁ γὰρ οἶος ὅρα πρόσσω καὶ ὀπίσσω·
ὅ σφιν ἐϋφρονέων ἀγορήσατο καὶ μετέειπε·
κέκλυτε δὴ νῦν μευ, Ἰθακήσιοι, ὅττι κεν εἴπω·
ὑμετέρῃ κακότητι, φίλοι, τάδε ἔργα γένοντο·455
οὐ γὰρ ἐμοὶ πείθεσθʼ, οὐ Μέντορι ποιμένι λαῶν,
ὑμετέρους παῖδας καταπαυέμεν ἀφροσυνάων,
οἳ μέγα ἔργον ἔρεξαν ἀτασθαλίῃσι κακῇσι,
κτήματα κείροντες καὶ ἀτιμάζοντες ἄκοιτιν
24.412–449
ὣς οἱ μὲν περὶ δεῖπνον ἐνὶ μεγάροισι πένοντο·
Ὄσσα δʼ ἄρʼ ἄγγελος ὦκα κατὰ πτόλιν ᾤχετο πάντῃ,
μνηστήρων στυγερὸν θάνατον καὶ κῆρʼ ἐνέπουσα.
οἱ δʼ ἄρʼ ὁμῶς ἀΐοντες ἐφοίτων ἄλλοθεν ἄλλος415
μυχμῷ τε στοναχῇ τε δόμων προπάροιθʼ Ὀδυσῆος,
ἐκ δὲ νέκυς οἴκων φόρεον καὶ θάπτον ἕκαστοι,
τοὺς δʼ ἐξ ἀλλάων πολίων οἶκόνδε ἕκαστον
πέμπον ἄγειν ἁλιεῦσι θοῇς ἐπὶ νηυσὶ τιθέντες·
αὐτοὶ δʼ εἰς ἀγορὴν κίον ἀθρόοι, ἀχνύμενοι κῆρ.420
αὐτὰρ ἐπεί ῥʼ ἤγερθεν ὁμηγερέες τʼ ἐγένοντο,
24.365–411
τόφρα δὲ Λαέρτην μεγαλήτορα ᾧ ἐνὶ οἴκῳ365
ἀμφίπολος Σικελὴ λοῦσεν καὶ χρῖσεν ἐλαίῳ,
ἀμφὶ δʼ ἄρα χλαῖναν καλὴν βάλεν· αὐτὰρ Ἀθήνη
ἄγχι παρισταμένη μέλεʼ ἤλδανε ποιμένι λαῶν,
μείζονα δʼ ἠὲ πάρος καὶ πάσσονα θῆκεν ἰδέσθαι.
ἐκ δʼ ἀσαμίνθου βῆ· θαύμαζε δέ μιν φίλος υἱός,370
ὡς ἴδεν ἀθανάτοισι θεοῖς ἐναλίγκιον ἄντην·
καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·
ὦ πάτερ, ἦ μάλα τίς σε θεῶν αἰειγενετάων
εἶδός τε μέγεθός τε ἀμείνονα θῆκεν ἰδέσθαι.