24.450–495

ὣς φάτο, τοὺς δʼ ἄρα πάντας ὑπὸ χλωρὸν δέος ᾕρει.450

τοῖσι δὲ καὶ μετέειπε γέρων ἥρως Ἁλιθέρσης

Μαστορίδης· ὁ γὰρ οἶος ὅρα πρόσσω καὶ ὀπίσσω·

ὅ σφιν ἐϋφρονέων ἀγορήσατο καὶ μετέειπε·

κέκλυτε δὴ νῦν μευ, Ἰθακήσιοι, ὅττι κεν εἴπω·

ὑμετέρῃ κακότητι, φίλοι, τάδε ἔργα γένοντο·455

οὐ γὰρ ἐμοὶ πείθεσθʼ, οὐ Μέντορι ποιμένι λαῶν,

ὑμετέρους παῖδας καταπαυέμεν ἀφροσυνάων,

οἳ μέγα ἔργον ἔρεξαν ἀτασθαλίῃσι κακῇσι,

κτήματα κείροντες καὶ ἀτιμάζοντες ἄκοιτιν

24.412–449

ὣς οἱ μὲν περὶ δεῖπνον ἐνὶ μεγάροισι πένοντο·

Ὄσσα δʼ ἄρʼ ἄγγελος ὦκα κατὰ πτόλιν ᾤχετο πάντῃ,

μνηστήρων στυγερὸν θάνατον καὶ κῆρʼ ἐνέπουσα.

οἱ δʼ ἄρʼ ὁμῶς ἀΐοντες ἐφοίτων ἄλλοθεν ἄλλος415

μυχμῷ τε στοναχῇ τε δόμων προπάροιθʼ Ὀδυσῆος,

ἐκ δὲ νέκυς οἴκων φόρεον καὶ θάπτον ἕκαστοι,

τοὺς δʼ ἐξ ἀλλάων πολίων οἶκόνδε ἕκαστον

πέμπον ἄγειν ἁλιεῦσι θοῇς ἐπὶ νηυσὶ τιθέντες·

αὐτοὶ δʼ εἰς ἀγορὴν κίον ἀθρόοι, ἀχνύμενοι κῆρ.420

αὐτὰρ ἐπεί ῥʼ ἤγερθεν ὁμηγερέες τʼ ἐγένοντο,

24.365–411

τόφρα δὲ Λαέρτην μεγαλήτορα ᾧ ἐνὶ οἴκῳ365

ἀμφίπολος Σικελὴ λοῦσεν καὶ χρῖσεν ἐλαίῳ,

ἀμφὶ δʼ ἄρα χλαῖναν καλὴν βάλεν· αὐτὰρ Ἀθήνη

ἄγχι παρισταμένη μέλεʼ ἤλδανε ποιμένι λαῶν,

μείζονα δʼ ἠὲ πάρος καὶ πάσσονα θῆκεν ἰδέσθαι.

ἐκ δʼ ἀσαμίνθου βῆ· θαύμαζε δέ μιν φίλος υἱός,370

ὡς ἴδεν ἀθανάτοισι θεοῖς ἐναλίγκιον ἄντην·

καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·

ὦ πάτερ, ἦ μάλα τίς σε θεῶν αἰειγενετάων

εἶδός τε μέγεθός τε ἀμείνονα θῆκεν ἰδέσθαι.

Greek Boy 30

V α. ΑΣΤΡΑΠΗ


χθὲς ἤστραπτεν· ἡ δ’ ἀστραπὴ μεγάλη ἦν καὶ φοβερά· ἦν δὲ πύελός τις ἐν τῇ αὐλῇ, ἐξ ἧς πυέλου οἱ χοῖροι τρώγουσιν· ἦν δ’ ἐν τῇ πυέλῳ ὑετός, ὃς κατέπεσεν ἀπ’ οὐρανοῦ. ἡ δ’ ἀδελφὴ ἡ ἐμὴ εἶδεν ἐν τῇ πυέλῳ τὴν ἀστραπήν, ἥ ἦν ἐν τῷ οὐρανῷ, καὶ φόβῳ ἐβόα. ἡ δὲ τροφὸς εἶπε, “θάρρει, φίλη κεφαλή. ἀστραπὴ ἐκ πυέλου οὐδὲν βλάπτει, κατὰ τὴν παροιμίαν.” 

24.327–364

τὸν δʼ αὖ Λαέρτης ἀπαμείβετο φώνησέν τε·

εἰ μὲν δὴ Ὀδυσεύς γε ἐμὸς πάϊς ἐνθάδʼ ἱκάνεις,

σῆμά τί μοι νῦν εἰπὲ ἀριφραδές, ὄφρα πεποίθω.

τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·330

οὐλὴν μὲν πρῶτον τήνδε φράσαι ὀφθαλμοῖσι,

τὴν ἐν Παρνησῷ μʼ ἔλασεν σῦς λευκῷ ὀδόντι

οἰχόμενον· σὺ δέ με προΐεις καὶ πότνια μήτηρ

ἐς πατέρʼ Αὐτόλυκον μητρὸς φίλον, ὄφρʼ ἂν ἑλοίμην

δῶρα, τὰ δεῦρο μολών μοι ὑπέσχετο καὶ κατένευσεν.335

24.280–326

τὸν δʼ ἠμείβετʼ ἔπειτα πατὴρ κατὰ δάκρυον εἴβων·280

ξεῖνʼ, ἦ τοι μὲν γαῖαν ἱκάνεις, ἣν ἐρεείνεις,

ὑβρισταὶ δʼ αὐτὴν καὶ ἀτάσθαλοι ἄνδρες ἔχουσιν·

δῶρα δʼ ἐτώσια ταῦτα χαρίζεο, μυρίʼ ὀπάζων·

εἰ γάρ μιν ζωόν γʼ ἐκίχεις Ἰθάκης ἐνὶ δήμῳ,

τῷ κέν σʼ εὖ δώροισιν ἀμειψάμενος ἀπέπεμψε285

καὶ ξενίῃ ἀγαθῇ ἡ γὰρ θέμις, ὅς τις ὑπάρξῃ.

ἀλλʼ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον,

πόστον δὴ ἔτος ἐστίν, ὅτε ξείνισσας ἐκεῖνον

σὸν ξεῖνον δύστηνον, ἐμὸν παῖδʼ, εἴ ποτʼ ἔην γε,

24.231–279

τὸν δʼ ὡς οὖν ἐνόησε πολύτλας δῖος Ὀδυσσεὺς

γήραϊ τειρόμενον, μέγα δὲ φρεσὶ πένθος ἔχοντα,

στὰς ἄρʼ ὑπὸ βλωθρὴν ὄγχνην κατὰ δάκρυον εἶβε.

μερμήριξε δʼ ἔπειτα κατὰ φρένα καὶ κατὰ θυμὸν235

κύσσαι καὶ περιφῦναι ἑὸν πατέρʼ, ἠδὲ ἕκαστα

εἰπεῖν, ὡς ἔλθοι καὶ ἵκοιτʼ ἐς πατρίδα γαῖαν,

ἦ πρῶτʼ ἐξερέοιτο ἕκαστά τε πειρήσαιτο.

ὧδε δέ οἱ φρονέοντι δοάσσατο κέρδιον εἶναι,

πρῶτον κερτομίοις ἐπέεσσιν πειρηθῆναι.240

τὰ φρονέων ἰθὺς κίεν αὐτοῦ δῖος Ὀδυσσεύς.

24.191–231

τὸν δʼ αὖτε ψυχὴ προσεφώνεεν Ἀτρεΐδαο·

ὄλβιε Λαέρταο πάϊ, πολυμήχανʼ Ὀδυσσεῦ,

ἦ ἄρα σὺν μεγάλῃ ἀρετῇ ἐκτήσω ἄκοιτιν.

ὡς ἀγαθαὶ φρένες ἦσαν ἀμύμονι Πηνελοπείῃ,

κούρῃ Ἰκαρίου· ὡς εὖ μέμνητʼ Ὀδυσῆος,195

ἀνδρὸς κουριδίου· τῷ οἱ κλέος οὔ ποτʼ ὀλεῖται

ἧς ἀρετῆς, τεύξουσι δʼ ἐπιχθονίοισιν ἀοιδὴν

ἀθάνατοι χαρίεσσαν ἐχέφρονι Πηνελοπείῃ,

οὐχ ὡς Τυνδαρέου κούρη κακὰ μήσατο ἔργα,

κουρίδιον κτείνασα πόσιν, στυγερὴ δέ τʼ ἀοιδὴ200

24.135–190

ὣς ἔφαθʼ, ἡμῖν δʼ αὖτʼ ἐπεπείθετο θυμὸς ἀγήνωρ.

ἔνθα καὶ ἠματίη μὲν ὑφαίνεσκεν μέγαν ἱστόν,

νύκτας δʼ ἀλλύεσκεν, ἐπεὶ δαΐδας παραθεῖτο.140

ὣς τρίετες μὲν ἔληθε δόλῳ καὶ ἔπειθεν Ἀχαιούς·

ἀλλʼ ὅτε τέτρατον ἦλθεν ἔτος καὶ ἐπήλυθον ὧραι,

μηνῶν φθινόντων, περὶ δʼ ἤματα πόλλʼ ἐτελέσθη,

καὶ τότε δή τις ἔειπε γυναικῶν, ἣ σάφα ᾔδη,

καὶ τήν γʼ ἀλλύουσαν ἐφεύρομεν ἀγλαὸν ἱστόν.145

ὣς τὸ μὲν ἐξετέλεσσε καὶ οὐκ ἐθέλουσʼ, ὑπʼ ἀνάγκης.

24.85–137

μήτηρ δʼ αἰτήσασα θεοὺς περικαλλέʼ ἄεθλα85

θῆκε μέσῳ ἐν ἀγῶνι ἀριστήεσσιν Ἀχαιῶν.

ἤδη μὲν πολέων τάφῳ ἀνδρῶν ἀντεβόλησας

ἡρώων, ὅτε κέν ποτʼ ἀποφθιμένου βασιλῆος

ζώννυνταί τε νέοι καὶ ἐπεντύνονται ἄεθλα·

ἀλλά κε κεῖνα μάλιστα ἰδὼν θηήσαο θυμῷ,90

οἷʼ ἐπὶ σοὶ κατέθηκε θεὰ περικαλλέʼ ἄεθλα,

ἀργυρόπεζα Θέτις· μάλα γὰρ φίλος ἦσθα θεοῖσιν.

ὣς σὺ μὲν οὐδὲ θανὼν ὄνομʼ ὤλεσας, ἀλλά τοι αἰεὶ

πάντας ἐπʼ ἀνθρώπους κλέος ἔσσεται ἐσθλόν, Ἀχιλλεῦ,