14.285–320
ἔνθα μὲν ἑπτάετες μένον αὐτόθι, πολλὰ δʼἄγειρα285
χρήματʼ ἀνʼ Αἰγυπτίους ἄνδρας· δίδοσαν γὰρἅπαντες.
ἀλλʼ ὅτε δὴ ὄγδοόν μοι ἐπιπλόμενον ἔτοςἦλθεν,
δὴ τότε Φοῖνιξ ἦλθεν ἀνὴρ ἀπατήλια εἰδώς,
τρώκτης, ὃς δὴ πολλὰ κάκʼ ἀνθρώποισινἐώργει·
ὅς μʼ ἄγε παρπεπιθὼν ᾗσι φρεσίν, ὄφρʼἱκόμεσθα290
Φοινίκην, ὅθι τοῦ γε δόμοι καὶ κτήματʼ ἔκειτο.
ἔνθα παρʼ αὐτῷ μεῖνα τελεσφόρον εἰς ἐνιαυτόν.
ἀλλʼ ὅτε δὴ μῆνές τε καὶ ἡμέραι ἐξετελεῦντο
ἄψ περιτελλομένου ἔτεος καὶ ἐπήλυθον ὧραι,