24.405–439

τὸν δʼ ἠμείβετʼ ἔπειτα γέρων Πρίαμος θεοειδής·405

εἰ μὲν δὴ θεράπων Πηληϊάδεω Ἀχιλῆος

εἴς, ἄγε δή μοι πᾶσαν ἀληθείην κατάλεξον,

ἢ ἔτι πὰρ νήεσσιν ἐμὸς πάϊς, ἦέ μιν ἤδη

ᾗσι κυσὶν μελεϊστὶ ταμὼν προύθηκεν Ἀχιλλεύς.

τὸν δʼ αὖτε προσέειπε διάκτορος ἀργεϊφόντης·410

ὦ γέρον οὔ πω τόν γε κύνες φάγον οὐδʼ οἰωνοί,

ἀλλʼ ἔτι κεῖνος κεῖται Ἀχιλλῆος παρὰ νηῒ

αὔτως ἐν κλισίῃσι· δυωδεκάτη δέ οἱ ἠὼς

κειμένῳ, οὐδέ τί οἱ χρὼς σήπεται, οὐδέ μιν εὐλαὶ

24.372–404

τὸν δʼ ἠμείβετʼ ἔπειτα γέρων Πρίαμος θεοειδής·

οὕτω πῃ τάδε γʼ ἐστὶ φίλον τέκος ὡς ἀγορεύεις.

ἀλλʼ ἔτι τις καὶ ἐμεῖο θεῶν ὑπερέσχεθε χεῖρα,

ὅς μοι τοιόνδʼ ἧκεν ὁδοιπόρον ἀντιβολῆσαι375

αἴσιον, οἷος δὴ σὺ δέμας καὶ εἶδος ἀγητός,

πέπνυσαί τε νόῳ, μακάρων δʼ ἔξεσσι τοκήων.

τὸν δʼ αὖτε προσέειπε διάκτορος ἀργεϊφόντης·

ναὶ δὴ ταῦτά γε πάντα γέρον κατὰ μοῖραν ἔειπες.

ἀλλʼ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον,380

ἠέ πῃ ἐκπέμπεις κειμήλια πολλὰ καὶ ἐσθλὰ

Classical Readings 33.2: IG i3 421

Total sale, with tax (κεφάλαιον σὺν ἐπονίο[ις]) of Alcibiades’ property:

Sale of property owned by Kephisodoros, a resident alien (μέτοικος) living in Peiraius (Κεφισοδόρο μετοίκο ἐμ Περα[ιεῖ οἰκο̑ντος]). On this fragment, some of the slaves that he owned are listed:

24.339–371

ὣς ἔφατʼ, οὐδʼ ἀπίθησε διάκτορος ἀργεϊφόντης.

αὐτίκʼ ἔπειθʼ ὑπὸ ποσσὶν ἐδήσατο καλὰ πέδιλα340

ἀμβρόσια χρύσεια, τά μιν φέρον ἠμὲν ἐφʼ ὑγρὴν

ἠδʼ ἐπʼ ἀπείρονα γαῖαν ἅμα πνοιῇς ἀνέμοιο·

εἵλετο δὲ ῥάβδον, τῇ τʼ ἀνδρῶν ὄμματα θέλγει

ὧν ἐθέλει, τοὺς δʼ αὖτε καὶ ὑπνώοντας ἐγείρει·

τὴν μετὰ χερσὶν ἔχων πέτετο κρατὺς ἀργεϊφόντης.345

αἶψα δʼ ἄρα Τροίην τε καὶ Ἑλλήσποντον ἵκανε,

βῆ δʼ ἰέναι κούρῳ αἰσυμνητῆρι ἐοικὼς

πρῶτον ὑπηνήτῃ, τοῦ περ χαριεστάτη ἥβη.

Biblical Readings 33.1: κατὰ Λουκᾶν 12:49-56

Jesus speaks:

49 Πῦρ ἦλθον βαλεῖν ἐπὶ τὴν γῆν, καὶ τί θέλω εἰ ἤδη ἀνήφθη. 50 βάπτισμα δὲ ἔχω βαπτισθῆναι, καὶ πῶς συνέχομαι ἕως ὅτου τελεσθῇ.

51 δοκεῖτε ὅτι εἰρήνην παρεγενόμην δοῦναι ἐν τῇ γῇ; οὐχί, λέγω ὑμῖν, ἀλλ’ ἢ διαμερισμόν.

52 ἔσονται γὰρ ἀπὸ τοῦ νῦν πέντε ἐν ἑνὶ οἴκῳ διαμεμερισμένοι, τρεῖς ἐπὶ δυσὶν καὶ δύο ἐπὶ τρισίν,

53 διαμερισθήσονται πατὴρ ἐπὶ υἱῷ καὶ υἱὸς ἐπὶ πατρί, μήτηρ ἐπὶ τὴν θυγατέρα καὶ θυγάτηρ ἐπὶ τὴν μητέρα, πενθερὰ ἐπὶ τὴν νύμφην αὐτῆς καὶ νύμφη ἐπὶ τὴν πενθεράν.

24.299–338

τὴν δʼ ἀπαμειβόμενος προσέφη Πρίαμος θεοειδής·

ὦ γύναι οὐ μέν τοι τόδʼ ἐφιεμένῃ ἀπιθήσω.300

ἐσθλὸν γὰρ Διὶ χεῖρας ἀνασχέμεν αἴ κʼ ἐλεήσῃ.

ἦ ῥα καὶ ἀμφίπολον ταμίην ὄτρυνʼ ὃ γεραιὸς

χερσὶν ὕδωρ ἐπιχεῦαι ἀκήρατον· ἣ δὲ παρέστη

χέρνιβον ἀμφίπολος πρόχοόν θʼ ἅμα χερσὶν ἔχουσα.

νιψάμενος δὲ κύπελλον ἐδέξατο ἧς ἀλόχοιο·305

εὔχετʼ ἔπειτα στὰς μέσῳ ἕρκεϊ, λεῖβε δὲ οἶνον

οὐρανὸν εἰσανιδών, καὶ φωνήσας ἔπος ηὔδα·

Ζεῦ πάτερ Ἴδηθεν μεδέων κύδιστε μέγιστε

Exercises 48

For each of the following fear and purpose clauses, give the tense and mood of both the main verb and the verb in the subordinate clause. Translate the sentence.

  1. ἐφοβούμην μὴ λύσαιεν τοὺς κακούς.
  2. φοβοῦμαι μὴ οὐ λύωμεν τοὺς κακούς.
  3. ἐφοβοῦντο μὴ λύσειε τοὺς κακούς.
  4. φοβοῦμαι μὴ οὐ λύσῃ τοὺς κακούς.
  5. ἐπέμπομεν δῶρα ὡς λύσαιτε τοὺς ἀδελφούς.
  6. ἐπέμπψαμεν δῶρα ἵνα λύοιτε τοὺς ἀδελφούς.
  7. πέμπομεν δῶρα ὅπως λύητε τοὺς ἀδελφούς.
  8. πέμψομεν δῶρα ἵνα λύσητε τοὺς ἀδελφούς.

Exercises 47

Exercises 47.1 Conjugate the following verbs in the PRESENT OPTATIVE ACTIVE.

  • εἰμί, ἔσομαι
  • δίδωμι, δώσω, ἔδωκα, δέδωκα, δέδομαι, ἐδόθην
  • τίθημι, θήσω, ἔθηκα, τέθηκα, τέθειμαι, ἐτέθην

Exercises 47.2 Conjugate the following verbs in the AORIST OPTATIVE ACTIVE

Exercises 46

Exercises 46.1 Conjugate the following verbs in the PRESENT SUBJUNCTIVE ACTIVE.

  • εἰμί, ἔσομαι
  • δίδωμι, δώσω, ἔδωκα, δέδωκα, δέδομαι, ἐδόθην
  • τίθημι, θήσω, ἔθηκα, τέθηκα, τέθειμαι, ἐτέθην

Exercises 46.2 Conjugate the following verbs in the AORIST SUBJUNCTIVE ACTIVE.

24.265–298

ὣς ἔφαθʼ, οἳ δʼ ἄρα πατρὸς ὑποδείσαντες ὁμοκλὴν265

ἐκ μὲν ἄμαξαν ἄειραν ἐΰτροχον ἡμιονείην

καλὴν πρωτοπαγέα, πείρινθα δὲ δῆσαν ἐπʼ αὐτῆς,

κὰδ δʼ ἀπὸ πασσαλόφι ζυγὸν ᾕρεον ἡμιόνειον

πύξινον ὀμφαλόεν εὖ οἰήκεσσιν ἀρηρός·

ἐκ δʼ ἔφερον ζυγόδεσμον ἅμα ζυγῷ ἐννεάπηχυ.270

καὶ τὸ μὲν εὖ κατέθηκαν ἐϋξέστῳ ἐπὶ ῥυμῷ

πέζῃ ἔπι πρώτῃ, ἐπὶ δὲ κρίκον ἕστορι βάλλον,

τρὶς δʼ ἑκάτερθεν ἔδησαν ἐπʼ ὀμφαλόν, αὐτὰρ ἔπειτα

ἑξείης κατέδησαν, ὑπὸ γλωχῖνα δʼ ἔκαμψαν.