15.454–492

ἡ μὲν ἄρʼ ὣς εἰποῦσʼ ἀπέβη πρὸς δώματακαλά,

οἱ δʼ ἐνιαυτὸν ἅπαντα παρʼ ἡμῖν αὖθι μένοντες455

ἐν νηῒ γλαφυρῇ βίοτον πολὺν ἐμπολόωντο.

ἀλλʼ ὅτε δὴ κοίλη νηῦς ἤχθετο τοῖσι νέεσθαι,

καὶ τότʼ ἄρʼ ἄγγελον ἧκαν, ὃς ἀγγείλειε γυναικί.

ἤλυθʼ ἀνὴρ πολύϊδρις ἐμοῦ πρὸς δώματα πατρὸς

χρύσεον ὅρμον ἔχων, μετὰ δʼ ἠλέκτροισιν ἔερτο.460

τὸν μὲν ἄρʼ ἐν μεγάρῳ δμῳαὶ καὶ πότνια μήτηρ

χερσίν τʼ ἀμφαφόωντο καὶ ὀφθαλμοῖσιν ὁρῶντο,

ὦνον ὑπισχόμεναι· ὁ δὲ τῇ κατένευσε σιωπῇ.

15.415–453

ἔνθα δὲ Φοίνικες ναυσίκλυτοι ἤλυθον ἄνδρες,415

τρῶκται, μυρίʼ ἄγοντες ἀθύρματα νηῒ μελαίνῃ.

ἔσκε δὲ πατρὸς ἐμοῖο γυνὴ Φοίνισσʼ ἐνὶ οἴκῳ,

καλή τε μεγάλη τε καὶ ἀγλαὰ ἔργα ἰδυῖα·

τὴν δʼ ἄρα Φοίνικες πολυπαίπαλοι ἠπερόπευον.

πλυνούσῃ τις πρῶτα μίγη κοίλῃ παρὰ νηῒ420

εὐνῇ καὶ φιλότητι, τά τε φρένας ἠπεροπεύει

θηλυτέρῃσι γυναιξί, καὶ ἥ κʼ εὐεργὸς ἔῃσιν.

εἰρώτα δὴ ἔπειτα τίς εἴη καὶ πόθεν ἔλθοι·

ἡ δὲ μάλʼ αὐτίκα πατρὸς ἐπέφραδεν ὑψερεφὲς δῶ·

15.380–414

τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·380

ὢ πόποι, ὡς ἄρα τυτθὸς ἐών, Εὔμαιε συβῶτα,

πολλὸν ἀπεπλάγχθης σῆς πατρίδος ἠδὲ τοκήων.

ἀλλʼ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον,

ἠὲ διεπράθετο πτόλις ἀνδρῶν εὐρυάγυια,

ᾗ ἔνι ναιετάασκε πατὴρ καὶ πότνια μήτηρ,385

ἦ σέ γε μουνωθέντα παρʼ οἴεσιν ἢ παρὰ βουσὶν

ἄνδρες δυσμενέες νηυσὶν λάβον ἠδʼ ἐπέρασσαν

τοῦδʼ ἀνδρὸς πρὸς δώμαθʼ, ὁ δʼ ἄξιον ὦνον ἔδωκε.

τὸν δʼ αὖτε προσέειπε συβώτης, ὄρχαμος ἀνδρῶν·

15.340–379

τὸν δʼ ἠμείβετʼ ἔπειτα πολύτλας δῖος Ὀδυσσεύς·340

αἴθʼ οὕτως, Εὔμαιε, φίλος Διὶ πατρὶ γένοιο

ὡς ἐμοί, ὅττι μʼ ἔπαυσας ἄλης καὶ ὀϊζύος αἰνῆς.

πλαγκτοσύνης δʼ οὐκ ἔστι κακώτερον ἄλλο βροτοῖσιν·

ἀλλʼ ἕνεκʼ οὐλομένης γαστρὸς κακὰ κήδεʼ ἔχουσιν

ἀνέρες, ὅν τινʼ ἵκηται ἄλη καὶ πῆμα καὶ ἄλγος.345

νῦν δʼ ἐπεὶ ἰσχανάᾳς μεῖναι τέ με κεῖνον ἄνωγας,

εἴπʼ ἄγε μοι περὶ μητρὸς Ὀδυσσῆος θείοιο

πατρός θʼ, ὃν κατέλειπεν ἰὼν ἐπὶ γήραος οὐδῷ,

ἤ που ἔτι ζώουσιν ὑπʼ αὐγὰς ἠελίοιο,

15.301–339

τὼ δʼ αὖτʼ ἐν κλισίῃ Ὀδυσεὺς καὶ δῖος ὑφορβὸς

δορπείτην· παρὰ δέ σφιν ἐδόρπεον ἀνέρεςἄλλοι.

αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,

τοῖς δʼ Ὀδυσεὺς μετέειπε, συβώτεω πειρητίζων,

ἤ μιν ἔτʼ ἐνδυκέως φιλέοι μεῖναί τε κελεύοι305

αὐτοῦ ἐνὶ σταθμῷ, ἦ ὀτρύνειε πόλινδε·

κέκλυθι νῦν, Εὔμαιε, καὶ ἄλλοι πάντες ἑταῖροι·

ἠῶθεν προτὶ ἄστυ λιλαίομαι ἀπονέεσθαι

πτωχεύσων, ἵνα μή σε κατατρύχω καὶἑταίρους.

ἀλλά μοι εὖ θʼ ὑπόθευ καὶ ἅμʼ ἡγεμόνʼ ἐσθλὸν ὄπασσον310

15.265–300

τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·265

τοιγὰρ ἐγώ τοι, ξεῖνε, μάλʼ ἀτρεκέως ἀγορεύσω.

ἐξ Ἰθάκης γένος εἰμί, πατὴρ δέ μοί ἐστιν Ὀδυσσεύς,

εἴ ποτʼ ἔην· νῦν δʼ ἤδη ἀπέφθιτο λυγρῷ ὀλέθρῳ.

τοὔνεκα νῦν ἑτάρους τε λαβὼν καὶ νῆα μέλαιναν

ἦλθον πευσόμενος πατρὸς δὴν οἰχομένοιο.270

τὸν δʼ αὖτε προσέειπε Θεοκλύμενος θεοειδής·

οὕτω τοι καὶ ἐγὼν ἐκ πατρίδος, ἄνδρα κατακτὰς

ἔμφυλον· πολλοὶ δὲ κασίγνητοί τε ἔται τε

Ἄργος ἀνʼ ἱππόβοτον, μέγα δὲ κρατέουσιν Ἀχαιῶν.

15.222–264

ἦ τοι ὁ μὲν τὰ πονεῖτο καὶ εὔχετο, θῦε δʼ Ἀθήνῃ

νηῒ πάρα πρυμνῇ· σχεδόθεν δέ οἱ ἤλυθεν ἀνὴρ

τηλεδαπός, φεύγων ἐξ Ἄργεος ἄνδρα κατακτάς,

μάντις· ἀτὰρ γενεήν γε Μελάμποδος ἔκγονοςἦεν,225

ὃς πρὶν μέν ποτʼ ἔναιε Πύλῳ ἔνι, μητέρι μήλων,

ἀφνειὸς Πυλίοισι μέγʼ ἔξοχα δώματα ναίων·

δὴ τότε γʼ ἄλλων δῆμον ἀφίκετο, πατρίδα φεύγων

Νηλέα τε μεγάθυμον, ἀγαυότατον ζωόντων,

ὅς οἱ χρήματα πολλὰ τελεσφόρον εἰς ἐνιαυτὸν230

εἶχε βίῃ. ὁ δὲ τῆος ἐνὶ μεγάροις Φυλάκοιο

15.179–221

τὴν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·

οὕτω νῦν Ζεὺς θείη, ἐρίγδουπος πόσις Ἥρης·180

τῷ κέν τοι καὶ κεῖθι θεῷ ὣς εὐχετοῴμην.

ἦ καὶ ἐφʼ ἵπποιϊν μάστιν βάλεν· οἱ δὲ μάλʼ ὦκα

ἤϊξαν πεδίονδε διὰ πτόλιος μεμαῶτες.

οἱ δὲ πανημέριοι σεῖον ζυγὸν ἀμφὶς ἔχοντες.

δύσετό τʼ ἠέλιος σκιόωντό τε πᾶσαι ἀγυιαί·185

ἐς Φηρὰς δʼ ἵκοντο Διοκλῆος ποτὶ δῶμα,

υἱέος Ὀρτιλόχοιο, τὸν Ἀλφειὸς τέκε παῖδα.

ἔνθα δὲ νύκτʼ ἄεσαν ὁ δὲ τοῖς πὰρ ξείνια θῆκεν.

15.130–178

ὣς εἰποῦσʼ ἐν χερσὶ τίθει, ὁ δʼ ἐδέξατο χαίρων.130

καὶ τὰ μὲν ἐς πείρινθα τίθει Πεισίστρατος ἥρως

δεξάμενος, καὶ πάντα ἑῷ θηήσατο θυμῷ·

τοὺς δʼ ἦγε πρὸς δῶμα κάρη ξανθὸς Μενέλαος.

ἑζέσθην δʼ ἄρʼ ἔπειτα κατὰ κλισμούς τε θρόνους τε.

χέρνιβα δʼ ἀμφίπολος προχόῳ ἐπέχευε φέρουσα135

καλῇ χρυσείῃ, ὑπὲρ ἀργυρέοιο λέβητος,

νίψασθαι· παρὰ δὲ ξεστὴν ἐτάνυσσε τράπεζαν.

σῖτον δʼ αἰδοίη ταμίη παρέθηκε φέρουσα·

εἴδατα πόλλʼ ἐπιθεῖσα, χαριζομένη παρεόντων·

15.92–129

αὐτὰρ ἐπεὶ τό γʼ ἄκουσε βοὴν ἀγαθὸς Μενέλαος,

αὐτίκʼ ἄρʼ ᾗ ἀλόχῳ ἠδὲ δμῳῇσι κέλευσε

δεῖπνον ἐνὶ μεγάροις τετυκεῖν ἅλις ἔνδον ἐόντων.

ἀγχίμολον δέ οἱ ἦλθε Βοηθοΐδης Ἐτεωνεύς,95

ἀνστὰς ἐξ εὐνῆς, ἐπεὶ οὐ πολὺ ναῖεν ἀπʼ αὐτοῦ·

τὸν πῦρ κῆαι ἄνωγε βοὴν ἀγαθὸς Μενέλαος

ὀπτῆσαί τε κρεῶν· ὁ δʼ ἄρʼ οὐκ ἀπίθησεν ἀκούσας.

αὐτὸς δʼ ἐς θάλαμον κατεβήσετο κηώεντα,

οὐκ οἶος, ἅμα τῷ γʼ Ἑλένη κίε καὶ Μεγαπένθης.100

ἀλλʼ ὅτε δή ῥʼ ἵκανον ὅθι κειμήλια κεῖτο,