Greek Boy 22
IV ε. TA EN ΟIKIAI
οὐκ ἀγνοεῖς δὴ ὁπόσα δωμάτιά ἐστιν ἐν τῇ ἡμετέρᾳ οἰκίᾳ· λέγω ὅτι δέκα. εἰσὶ δὲ καὶ ἐν αὐτῇ δίφροι, ἐφ’ ὧν καθίζομεν, καὶ κλῖναι, ἐν αἷς καθεύδομεν, καὶ τράπεζαι, ἐφ’ ὧν ἐστι τὰ σιτία καὶ ὁ οἶνος· τὰ μὲν σιτία ἐσθίομεν, τὸν δ’ οἶνον πίνομεν. ποτήρια δ’ ἐστὶν ἡμῖν ἐξ ὧν πίνομεν, λεκάναι δ’ ἐξ ὧν ἐσθίομεν τὰ σιτία. καὶ μὴν ποῖά ἐστὶν ἡμῖν τὰ σιτία; ἄρτος μὲν καὶ μᾶζα, τυρὸς λευκός, καὶ ὀρνίθεια ᾠά·