13.416–440

τὴν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·

τίπτε τʼ ἄρʼ οὔ οἱ ἔειπες, ἐνὶ φρεσὶ πάντα ἰδυῖα;

ἦ ἵνα που καὶ κεῖνος ἀλώμενος ἄλγεα πάσχῃ

πόντον ἐπʼ ἀτρύγετον· βίοτον δέ οἱ ἄλλοι ἔδουσι;

τὸν δʼ ἠμείβετʼ ἔπειτα θεὰ γλαυκῶπις Ἀθήνη·420

μὴ δή τοι κεῖνός γε λίην ἐνθύμιος ἔστω.

αὐτή μιν πόμπευον, ἵνα κλέος ἐσθλὸν ἄροιτο

κεῖσʼ ἐλθών· ἀτὰρ οὔ τινʼ ἔχει πόνον, ἀλλὰ ἕκηλος

ἧσται ἐν Ἀτρεΐδαο δόμοις, παρὰ δʼ ἄσπετα κεῖται.

ἦ μέν μιν λοχόωσι νέοι σὺν νηῒ μελαίνῃ,425

13.366–415

ὣς εἰποῦσα θεὰ δῦνε σπέος ἠεροειδές,

μαιομένη κευθμῶνας ἀνὰ σπέος· αὐτὰρ Ὀδυσσεὺς

ἆσσον πάντʼ ἐφόρει, χρυσὸν καὶ ἀτειρέα χαλκὸν

εἵματά τʼ εὐποίητα, τά οἱ Φαίηκες ἔδωκαν.

καὶ τὰ μὲν εὖ κατέθηκε, λίθον δʼ ἐπέθηκε θύρῃσι370

Παλλὰς Ἀθηναίη, κούρη Διὸς αἰγιόχοιο.

τὼ δὲ καθεζομένω ἱερῆς παρὰ πυθμένʼ ἐλαίης

φραζέσθην μνηστῆρσιν ὑπερφιάλοισιν ὄλεθρον.

τοῖσι δὲ μύθων ἦρχε θεὰ γλαυκῶπις Ἀθήνη·

διογενὲς Λαερτιάδη, πολυμήχανʼ Ὀδυσσεῦ,375

13.329–365

τὸν δʼ ἠμείβετʼ ἔπειτα θεὰ γλαυκῶπις Ἀθήνη·

αἰεί τοι τοιοῦτον ἐνὶ στήθεσσι νόημα·330

τῷ σε καὶ οὐ δύναμαι προλιπεῖν δύστηνον ἐόντα,

οὕνεκʼ ἐπητής ἐσσι καὶ ἀγχίνοος καὶ ἐχέφρων.

ἀσπασίως γάρ κʼ ἄλλος ἀνὴρ ἀλαλήμενος ἐλθὼν

ἵετʼ ἐνὶ μεγάροις ἰδέειν παῖδάς τʼ ἄλοχόν τε·

σοὶ δʼ οὔ πω φίλον ἐστὶ δαήμεναι οὐδὲ πυθέσθαι,335

πρίν γʼ ἔτι σῆς ἀλόχου πειρήσεαι, ἥ τέ τοι αὔτως

ἧσται ἐνὶ μεγάροισιν, ὀϊζυραὶ δέ οἱ αἰεὶ

φθίνουσιν νύκτες τε καὶ ἤματα δάκρυ χεούσῃ.

13.287–328

ὣς φάτο, μείδησεν δὲ θεὰ γλαυκῶπις Ἀθήνη,

χειρί τέ μιν κατέρεξε· δέμας δʼ ἤϊκτο γυναικὶ

καλῇ τε μεγάλῃ τε καὶ ἀγλαὰ ἔργα ἰδυίῃ·

καί μιν φωνήσασʼ ἔπεα πτερόεντα προσηύδα·290

κερδαλέος κʼ εἴη καὶ ἐπίκλοπος ὅς σε παρέλθοι

ἐν πάντεσσι δόλοισι, καὶ εἰ θεὸς ἀντιάσειε.

σχέτλιε, ποικιλομῆτα, δόλων ἆτʼ, οὐκ ἄρʼ ἔμελλες,

οὐδʼ ἐν σῇ περ ἐὼν γαίῃ, λήξειν ἀπατάων

μύθων τε κλοπίων, οἵ τοι πεδόθεν φίλοι εἰσίν.295

ἀλλʼ ἄγε, μηκέτι ταῦτα λεγώμεθα, εἰδότες ἄμφω