15.78–91

ἀμφότερον, κῦδός τε καὶ ἀγλαΐη καὶ ὄνειαρ,

δειπνήσαντας ἴμεν πολλὴν ἐπʼ ἀπείρονα γαῖαν.

εἰ δʼ ἐθέλεις τραφθῆναι ἀνʼ Ἑλλάδα καὶ μέσον Ἄργος,80

ὄφρα τοι αὐτὸς ἕπωμαι, ὑποζεύξω δέ τοι ἵππους,

ἄστεα δʼ ἀνθρώπων ἡγήσομαι· οὐδέ τις ἡμέας

αὔτως ἀππέμψει, δώσει δέ τι ἕν γε φέρεσθαι,

ἠέ τινα τριπόδων εὐχάλκων ἠὲ λεβήτων,

ἠὲ δύʼ ἡμιόνους ἠὲ χρύσειον ἄλεισον.85

τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·

Ἀτρεΐδη Μενέλαε διοτρεφές, ὄρχαμε λαῶν,

15.48–77

τὸν δʼ αὖ Νεστορίδης Πεισίστρατος ἀντίονη ὔδα·

Τηλέμαχʼ, οὔ πως ἔστιν ἐπειγομένους περ ὁδοῖο

νύκτα διὰ δνοφερὴν ἐλάαν· τάχα δʼ ἔσσεται ἠώς.50

ἀλλὰ μένʼ εἰς ὅ κε δῶρα φέρων ἐπιδίφρια θήῃ

ἥρως Ἀτρείδης, δουρικλειτὸς Μενέλαος,

καὶ μύθοις ἀγανοῖσι παραυδήσας ἀποπέμψῃ.

τοῦ γάρ τε ξεῖνος μιμνήσκεται ἤματα πάντα

ἀνδρὸς ξεινοδόκου, ὅς κεν φιλότητα παράσχῃ.55

ὣς ἔφατʼ, αὐτίκα δὲ χρυσόθρονος ἤλυθεν Ἠώς.

ἀγχίμολον δέ σφʼ ἦλθε βοὴν ἀγαθὸς Μενέλαος,

15.1–47

ἡ δʼ εἰς εὐρύχορον Λακεδαίμονα Παλλὰς Ἀθήνη

ᾤχετʼ, Ὀδυσσῆος μεγαθύμου φαίδιμον υἱὸν

νόστου ὑπομνήσουσα καὶ ὀτρυνέουσα νέεσθαι.

εὗρε δὲ Τηλέμαχον καὶ Νέστορος ἀγλαὸν υἱὸν

εὕδοντʼ ἐν προδόμῳ Μενελάου κυδαλίμοιο,5

ἦ τοι Νεστορίδην μαλακῷ δεδμημένον ὕπνῳ·

Τηλέμαχον δʼ οὐχ ὕπνος ἔχε γλυκύς, ἀλλʼ ἐνὶθυμῷ

νύκτα διʼ ἀμβροσίην μελεδήματα πατρὸς ἔγειρεν.

ἀγχοῦ δʼ ἱσταμένη προσέφη γλαυκῶπις Ἀθήνη·

Τηλέμαχʼ, οὐκέτι καλὰ δόμων ἄπο τῆλʼ ἀλάλησαι,10

14.446–533

ἦ ῥα καὶ ἄργματα θῦσε θεοῖς αἰειγενέτῃσι,

σπείσας δʼ αἴθοπα οἶνον Ὀδυσσῆϊ πτολιπόρθῳ

ἐν χείρεσσιν ἔθηκεν· ὁ δʼ ἕζετο ᾗ παρὰ μοίρῃ.

σῖτον δέ σφιν ἔνειμε Μεσαύλιος, ὅν ῥα συβώτης

αὐτὸς κτήσατο οἶος ἀποιχομένοιο ἄνακτος,450

νόσφιν δεσποίνης καὶ Λαέρταο γέροντος·

πὰρ δʼ ἄρα μιν Ταφίων πρίατο κτεάτεσσινἑοῖσιν.

οἱ δʼ ἐπʼ ὀνείαθʼ ἑτοῖμα προκείμενα χεῖραςἴαλλον.

αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,

σῖτον μέν σφιν ἀφεῖλε Μεσαύλιος, οἱ δʼ ἐπὶκοῖτον455

14.401–445

τὸν δʼ ἀπαμειβόμενος προσεφώνεε δῖοςὑφορβός·

ξεῖνʼ, οὕτω γάρ κέν μοι ἐϋκλείη τʼ ἀρετή τε

εἴη ἐπʼ ἀνθρώπους ἅμα τʼ αὐτίκα καὶ μετέπειτα,

ὅς σʼ ἐπεὶ ἐς κλισίην ἄγαγον καὶ ξείνια δῶκα,

αὖτις δὲ κτείναιμι φίλον τʼ ἀπὸ θυμὸν ἑλοίμην·405

πρόφρων κεν δὴ ἔπειτα Δία Κρονίωνα λιτοίμην.

νῦν δʼ ὥρη δόρποιο· τάχιστά μοι ἔνδον ἑταῖροι

εἶεν, ἵνʼ ἐν κλισίῃ λαρὸν τετυκοίμεθα δόρπον.

ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον,

ἀγχίμολον δὲ σύες τε καὶ ἀνέρες ἦλθον ὑφορβοί.410

14.360–400

τὸν δʼ ἀπαμειβόμενος προσέφης, Εὔμαιεσυβῶτα·360

ἆ δειλὲ ξείνων, ἦ μοι μάλα θυμὸν ὄρινας

ταῦτα ἕκαστα λέγων, ὅσα δὴ πάθες ἠδʼ ὅσʼἀλήθης.

ἀλλὰ τά γʼ οὐ κατὰ κόσμον ὀΐομαι, οὐδέ μεπείσεις

εἰπὼν ἀμφʼ Ὀδυσῆϊ· τί σε χρὴ τοῖον ἐόντα

μαψιδίως ψεύδεσθαι; ἐγὼ δʼ εὖ οἶδα καὶ αὐτὸς365

νόστον ἐμοῖο ἄνακτος, ὅ τʼ ἤχθετο πᾶσι θεοῖσι

πάγχυ μάλʼ, ὅττι μιν οὔ τι μετὰ Τρώεσσιδάμασσαν

ἠὲ φίλων ἐν χερσίν, ἐπεὶ πόλεμον τολύπευσε.

τῷ κέν οἱ τύμβον μὲν ἐποίησαν Παναχαιοί,

Greek Boy 25

V. ΤΑ ΜΕΤΕΩΡΑ


παρ’ ἡμῖν ἄλλοτε μὲν λάμπει ὁ ἥλιος καὶ φέγγει ἡ σελήνη καὶ τὰ ἄστρα, ἄλλοτε δὲ ὕει καὶ ἀστράπτει καὶ βροντᾷ ἢ ἄνεμος πνεῖ. ἡμεῖς δὲ ἐν τῷδε τῷ χρόνῳ καθίζομεν ἐν τῇ οἰκίᾳ καὶ ἀναμένομεν. 

χθὲς ἄνεμος ἦν λαβρότατος καὶ ὑετὸς καὶ ἀστραπὴ καὶ βροντή. ἡμεῖς δὲ ἐντὸς ἐκαθίζομεν. ἦσαν δὲ δύο φίλοι παρ’ ἡμῖν, ἔλεγεν δὲ ὁ ἕτερος, “ἰδού, ὡς ὁμοίοι οἱ ἀδελφοί εἰσιν· οὐ γὰρ σῦκον σύκῳ ὁμοιότερον.” ὁ δὲ ἕτερος λέγει, “ἀλλ’ οὐχ οὕτως ὅμοιός ἐστιν ὅδε ἐκείνῳ, ὡς ἐκεῖνος τῷδε.” οἱ δ’ ἄλλοι ἐγέλων, ἐπειδὴ ἤκουον τοῦ ἀνθρώπου.

14.321–359

ἔνθʼ Ὀδυσῆος ἐγὼ πυθόμην· κεῖνος γὰρ ἔφασκε

ξεινίσαι ἠδὲ φιλῆσαι ἰόντʼ ἐς πατρίδα γαῖαν,

καί μοι κτήματʼ ἔδειξεν ὅσα ξυναγείρατʼὈδυσσεύς,

χαλκόν τε χρυσόν τε πολύκμητόν τε σίδηρον.

καί νύ ἐς δεκάτην γενεὴν ἕτερόν γʼ ἔτι βόσκοι·325

τόσσα οἱ ἐν μεγάροις κειμήλια κεῖτο ἄνακτος.

τὸν δʼ ἐς Δωδώνην φάτο βήμεναι, ὄφρα θεοῖο

ἐκ δρυὸς ὑψικόμοιο Διὸς βουλὴν ἐπακούσαι,

ὅππως νοστήσειʼ Ἰθάκης ἐς πίονα δῆμον

ἤδη δὴν ἀπεών, ἢ ἀμφαδὸν ἦε κρυφηδόν.330