13.250–286

ὣς φάτο, γήθησεν δὲ πολύτλας δῖος Ὀδυσσεύς,250

χαίρων ᾗ γαίῃ πατρωΐῃ, ὥς οἱ ἔειπε

Παλλὰς Ἀθηναίη, κούρη Διὸς, αἰγιόχοιο·

καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·

οὐδʼ ὅ γʼ ἀληθέα εἶπε, πάλιν δʼ ὅ γε λάζετο μῦθον,

αἰεὶ ἐνὶ στήθεσσι νόον πολυκερδέα νωμῶν·255

πυνθανόμην Ἰθάκης γε καὶ ἐν Κρήτῃ εὐρείῃ,

τηλοῦ ὑπὲρ πόντου· νῦν δʼ εἰλήλουθα καὶ αὐτὸς

χρήμασι σὺν τοίσδεσσι· λιπὼν δʼ ἔτι παισὶ τοσαῦτα

φεύγω, ἐπεὶ φίλον υἷα κατέκτανον Ἰδομενῆος,

13.217–249

ὣς εἰπὼν τρίποδας περικαλλέας ἠδὲ λέβητας

ἠρίθμει καὶ χρυσὸν ὑφαντά τε εἵματα καλά.

τῶν μὲν ἄρʼ ὀύ τι πόθει· ὁ δʼ ὀδύρετο πατρίδα γαῖαν

ἑρπύζων παρὰ θῖνα πολυφλοίσβοιο θαλάσσης,220

πόλλʼ ὀλοφυρόμενος. σχεδόθεν δέ οἱ ἦλθεν Ἀθήνη,

ἀνδρὶ δέμας εἰκυῖα νέῳ, ἐπιβώτορι μήλων,

παναπάλῳ, οἷοί τε ἀνάκτων παῖδες ἔασι,

δίπτυχον ἀμφʼ ὤμοισιν ἔχουσʼ εὐεργέα λώπην·

ποσσὶ δʼ ὑπὸ λιπαροῖσι πέδιλʼ ἔχε, χερσὶ δʼ ἄκοντα.225

τὴν δʼ Ὀδυσεὺς γήθησεν ἰδὼν καὶ ἐναντίος ἦλθε,

13.184–216

ὣς ἔφαθʼ, οἱ δʼ ἔδεισαν, ἑτοιμάσσαντο δὲ ταύρους.

ὣς οἱ μέν ῥʼ εὔχοντο Ποσειδάωνι ἄνακτι185

δήμου Φαιήκων ἡγήτορες ἠδὲ μέδοντες,

ἑσταότες περὶ βωμόν. ὁ δʼ ἔγρετο δῖος Ὀδυσσεὺς

εὕδων ἐν γαίῃ πατρωΐῃ, οὐδέ μιν ἔγνω,

ἤδη δὴν ἀπεών· περὶ γὰρ θεὸς ἠέρα χεῦε

Παλλὰς Ἀθηναίη, κούρη Διός, ὄφρα μιν αὐτὸν190

ἄγνωστον τεύξειεν ἕκαστά τε μυθήσαιτο,

μή μιν πρὶν ἄλοχος γνοίη ἀστοί τε φίλοι τε,

πρὶν πᾶσαν μνηστῆρας ὑπερβασίην ἀποτῖσαι.

13.139–183

τὸν δʼ ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεὺς·

ὢ πόποι, ἐννοσίγαιʼ εὐρυσθενές, οἷον ἔειπες.140

οὔ τί σʼ ἀτιμάζουσι θεοί· χαλεπὸν δέ κεν εἴη

πρεσβύτατον καὶ ἄριστον ἀτιμίῃσιν ἰάλλειν.

ἀνδρῶν δʼ εἴ πέρ τίς σε βίῃ καὶ κάρτεϊ εἴκων

οὔ τι τίει. σοὶ δʼ ἐστὶ καὶ ἐξοπίσω τίσις αἰεί.

ἔρξον ὅπως ἐθέλεις καί τοι φίλον ἔπλετο θυμῷ145

τὸν δʼ ἠμείβετʼ ἔπειτα Ποσειδάων ἐνοσίχθων·

αἶψά κʼ ἐγὼν ἔρξαιμι, κελαινεφές, ὡς ἀγορεύεις·

ἀλλὰ σὸν αἰεὶ θυμὸν ὀπίζομαι ἠδʼ ἀλεείνω.

13.93–138

εὖτʼ ἀστὴρ ὑπερέσχε φαάντατος, ὅς τε μάλιστα

ἔρχεται ἀγγέλλων φάος Ἠοῦς ἠριγενείης,

τῆμος δὴ νήσῳ προσεπίλνατο ποντοπόρος νηῦς.95

Φόρκυνος δέ τίς ἐστι λιμήν, ἁλίοιο γέροντος,

ἐν δήμῳ Ἰθάκης· δύο δὲ προβλῆτες ἐν αὐτῷ

ἀκταὶ ἀπορρῶγες, λιμένος ποτιπεπτηυῖαι,

αἵ τʼ ἀνέμων σκεπόωσι δυσαήων μέγα κῦμα

ἔκτοθεν· ἔντοσθεν δέ τʼ ἄνευ δεσμοῖο μένουσι100

νῆες ἐΰσσελμοι, ὅτʼ ἂν ὅρμου μέτρον ἵκωνται.

αὐτὰρ ἐπὶ κρατὸς λιμένος τανύφυλλος ἐλαίη,

13.47–92

πεμπέμεναι τὸν ξεῖνον, ἐπεὶ κατὰ μοῖραν ἔειπεν.

καὶ τότε κήρυκα προσέφη μένος Ἀλκινόοιο·

Ποντόνοε, κρητῆρα κερασσάμενος μέθυ νεῖμον50

πᾶσιν ἀνὰ μέγαρον, ὄφρʼ εὐξάμενοι Διὶ πατρὶ

τὸν ξεῖνον πέμπωμεν ἑὴν ἐς πατρίδα γαῖαν.

ὣς φάτο, Ποντόνοος δὲ μελίφρονα οἶνον ἐκίρνα,

νώμησεν δʼ ἄρα πᾶσιν ἐπισταδόν· οἱ δὲ θεοῖσιν

ἔσπεισαν μακάρεσσι, τοὶ οὐρανὸν εὐρὺν ἔχουσιν,55

αὐτόθεν ἐξ ἑδρέων. ἀνὰ δʼ ἵστατο δῖος Ὀδυσσεύς,

Ἀρήτῃ δʼ ἐν χειρὶ τίθει δέπας ἀμφικύπελλον,

13.1–46

ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ,

κηληθμῷ δʼ ἔσχοντο κατὰ μέγαρα σκιόεντα.

τὸν δʼ αὖτʼ Ἀλκίνοος ἀπαμείβετο φώνησέν τε·

ὦ Ὀδυσεῦ, ἐπεὶ ἵκευ ἐμὸν ποτὶ χαλκοβατὲς δῶ,

ὑψερεφές, τῷ σʼ οὔ τι παλιμπλαγχθέντα γʼ ὀΐω5

ἂψ ἀπονοστήσειν, εἰ καὶ μάλα πολλὰ πέπονθας.

ὑμέων δʼ ἀνδρὶ ἑκάστῳ ἐφιέμενος τάδε εἴρω,

ὅσσοι ἐνὶ μεγάροισι γερούσιον αἴθοπα οἶνον

αἰεὶ πίνετʼ ἐμοῖσιν, ἀκουάζεσθε δʼ ἀοιδοῦ.

εἵματα μὲν δὴ ξείνῳ ἐϋξέστῃ ἐνὶ χηλῷ10