ὧς ἄρ᾽ ἔφη: καὶ τὸν μέν ἐπισχεδὸν εὔνασεν ὕπνος.1110
ἡ δ᾽ ἔπος ἐν θυμῷ πυκινὸν βάλετ᾽: αὐτίκα δ᾽ ὦρτο
ἐκ λεχέων ἀνὰ δῶμα: συνήιξαν δὲ γυναῖκες
ἀμφίπολοι, δέσποιναν ἑὴν μέτα ποιπνύουσαι.
σῖγα δ᾽ ἑὸν κήρυκα καλεσσαμένη προσέειπεν,
ᾗσιν ἐπιφροσύνῃσιν ἐποτρυνέουσα μιγῆναι1115
Αἰσονίδην κούρῃ, μηδ᾽ Ἀλκίνοον βασιλῆα
λίσσεσθαι: τὸ γὰρ αὐτὸς ἰὼν Κόλχοισι δικάσσει,
παρθενικὴν μὲν έοῦσαν ἑοῦ ποτὶ δώματα πατρὸς
ἐκδώσειν, λέκτρον δὲ σὺν ἀνέρι πορσαίνουσαν
οὐκέτι κουριδίης μιν ἀποτμήξειν φιλότητος.1120
ὧς ἄρ᾽ ἔφη: τὸν δ᾽ αἶψα πόδες φέρον ἐκ μεγάροιο,
ὥς κεν Ἰήσονι μῦθον ἐναίσιμον ἀγγείλειεν
Ἀρήτης βουλάς τε θεουδέος Ἀλκινόοιο.
τοὺς δ᾽ εὗρεν παρὰ νηὶ σὺν ἔντεσιν ἐγρήσσοντας
Ὑλλικῷ ἐν λιμένι, σχεδὸν ἄστεος: ἐκ δ᾽ ἄρα πᾶσαν1125
πέφραδεν ἀγγελίην: γήθησε δὲ θυμὸς ἑκάστου
ἡρώων: μάλα γάρ σφιν ἑαδότα μῦθον ἔειπεν.
αὐτίκα δὲ κρητῆρα κερασσάμενοι μακάρεσσιν,
ἣ θέμις, εὐαγέως ἐπιβώμια μῆλ᾽ ἐρύσαντες,
αὐτονυχὶ κούρῃ θαλαμήιον ἔντυον εὐνὴν1130
ἄντρῳ ἐν ἠγαθέῳ, τόθι δή ποτε Μάκρις ἔναιεν,
κούρη Ἀρισταίοιο μελίφρονος, ὅς ῥα μελισσέων
ἔργα πολυκμήτοιό τ᾽ ἀνεύρατο πῖαρ ἐλαίης.
κείνη δὴ πάμπρωτα Διὸς Νυσήιον υἷα
Εὐβοίης ἔντοσθεν Ἀβαντίδος ᾧ ἐνὶ κόλπῳ1135
δέξατο, καὶ μέλιτι ξηρὸν περὶ χεῖλος ἔδευσεν,
εὖτέ μιν Ἑρμείας φέρεν ἐκ πυρός: ἔδρακε δ᾽ Ἥρη,
καί ἑ χολωσαμένη πάσης ἐξήλασε νήσου.
ἡ δ᾽ ἄρα Φαιήκων ἱερῷ ἐνὶ τηλόθεν ἄντρῳ
νάσσατο, καὶ πόρεν ὄλβον ἀθέσφατον ἐνναέτῃσιν.1140
ἔνθα τότ᾽ ἐστόρεσαν λέκτρον μέγα: τοῖο δ᾽ ὕπερθεν
χρύσεον αἰγλῆεν κῶας βάλον, ὄφρα πέλοιτο
τιμήεις τε γάμος καὶ ἀοίδιμος. ἄνθεα δέ σφιν
νύμφαι ἀμεργόμεναι λευκοῖς ἐνὶ ποικίλα κόλποις
ἐσφόρεον: πάσας δὲ πυρὸς ὣς ἄμφεπεν αἴγλη:1145
τοῖον ἀπὸ χρυσέων θυσάνων ἀμαρύσσετο φέγγος.
δαῖε δ᾽ ἐν ὀφθαλμοῖς γλυκερὸν πόθον: ἴσχε δ᾽ ἑκάστην
αἰδὼς ἱεμένην περ ὅμως ἐπὶ χεῖρα βαλέσθαι.
αἱ μέν τ᾽ Αἰγαίου ποταμοῦ καλέοντο θύγατρες:
αἱ δ᾽ ὄρεος κορυφὰς Μελιτηίου ἀμφενέμοντο:1150
αἱ δ᾽ ἔσαν ἐκ πεδίων ἀλσηίδες. ὦρσε γὰρ αὐτὴ
Ἥρη Ζηνὸς ἄκοιτις, Ἰήσονα κυδαίνουσα.
κεῖνο καὶ εἰσέτι νῦν ἱερὸν κληίζεται ἄντρον
Μηδείης, ὅθι τούσγε σὺν ἀλλήλοισιν ἔμιξαν
τεινάμεναι ἑανοὺς εὐώδεας. οἱ δ᾽ ἐνὶ χερσὶν1155
δούρατα νωμήσαντες ἀρήια, μὴ πρὶν ἐς ἀλκὴν
δυσμενέων ἀίδηλος ἐπιβρίσειεν ὅμιλος,
κράατα δ᾽ εὐφύλλοις ἐστεμμένοι ἀκρεμόνεσσιν,
ἐμμελέως, Ὀρφῆος ὑπαὶ λίγα φορμίζοντος
νυμφιδίαις ὑμέναιον ἐπὶ προμολῇσιν ἄειδον.1160
οὐ μὲν ἐν Ἀλκινόοιο γάμον μενέαινε τελέσσαι
ἥρως Αἰσονίδης, μεγάροις δ᾽ ἐνὶ πατρὸς ἑοῖο,
νοστήσας ἐς Ἰωλκὸν ὑπότροπος: ὧς δὲ καὶ αὐτὴ
Μήδεια φρονέεσκε: τότ᾽ αὖ χρεὼ ἦγε μιγῆναι.
ἀλλὰ γὰρ οὔποτε φῦλα δυηπαθέων ἀνθρώπων1165
τερπωλῆς ἐπέβημεν ὅλῳ ποδί: σὺν δέ τις αἰεὶ
πικρὴ παρμέμβλωκεν ἐυφροσύνῃσιν ἀνίη.
τῶ καὶ τοὺς γλυκερῇ περ ἰαινομένους φιλότητι
δεῖμ᾽ ἔχεν, εἰ τελέοιτο διάκρισις Ἀλκινόοιο.