οὐκ ἄρ᾽ ἐγὼ μούνη μετὰ Λάτμιον ἄντρον ἀλύσσω,
οὐδ᾽ οἴη καλῷ περιδαίομαι Ἐνδυμίωνι,
ἦ θαμὰ δὴ καὶ σεῖο, κύον, δολίῃσιν ἀοιδαῖς,
μνησαμένη φιλότητος, ἵνα σκοτίῃ ἐνὶ νυκτὶ60
φαρμάσσῃς εὔκηλος, ἅ τοι φίλα ἔργα τέτυκται.
νῦν δὲ καὶ αὐτὴ δῆθεν ὁμοίης ἔμμορες ἄτης.
δῶκε δ᾽ ἀνιηρόν τοι Ἰήσονα πῆμα γενέσθαι
δαίμων ἀλγινόεις. ἀλλ᾽ ἔρχεο, τέτλαθι δ᾽ ἔμπης,
καὶ πινυτή περ ἐοῦσα, πολύστονον ἄλγος ἀείρειν.65
ὣς ἄρ᾽ ἔφη. τὴν δ᾽ αἶψα πόδες φέρον ἐγκονέουσαν.
ἀσπασίως δ᾽ ὄχθῃσιν ἐπηέρθη ποταμοῖο,
ἀντιπέρην λεύσσουσα πυρὸς σέλας, ὅ ῥά τ᾽ ἀέθλου
παννύχιοι ἥρωες ἐυφροσύνῃσιν ἔδαιον.
ὀξείῃ δἤπειτα διὰ κνέφας ὄρθια φωνῇ70
ὁπλότατον Φρίξοιο περαιόθεν ἤπυε παίδων,
Φρόντιν: ὁ δὲ ξὺν ἑοῖσι κασιγνήτοις ὄπα κούρης
αὐτῷ τ᾽ Αἰσονίδῃ τεκμήρατο: σῖγα δ᾽ ἑταῖροι
θάμβεον, εὖτ᾽ ἐνόησαν ὃ δὴ καὶ ἐτήτυμον ἦεν.
τρὶς μὲν ἀνήυσεν, τρὶς δ᾽ ὀτρύνοντος ὁμίλου75
Φρόντις ἀμοιβήδην ἀντίαχεν: οἱ δ᾽ ἄρα τείως
ἥρωες μετὰ τήνγε θοοῖς ἐλάασκον ἐρετμοῖς.
οὔπω πείσματα νηὸς ἐπ᾽ ἠπείροιο περαίης
βάλλον, ὁ δὲ κραιπνοὺς χέρσῳ πόδας ἧκεν Ἰήσων
ὑψοῦ ἀπ᾽ ἰκριόφιν: μετὰ δὲ Φρόντις τε καὶ Ἄργος,80
υἷε δύω Φρίξου, χαμάδις θόρον: ἡ δ᾽ ἄρα τούσγε
γούνων ἀμφοτέρῃσι περισχομένη προσέειπεν:
"ἔκ με, φίλοι, ῥύσασθε δυσάμμορον, ὧς δὲ καὶ αὐτοὺς
ὑμέας Αἰήταο, πρὸ γάρ τ᾽ ἀναφανδὰ τέτυκται
πάντα μάλ᾽, οὐδέ τι μῆχος ἱκάνεται. ἀλλ᾽ ἐπὶ νηὶ85
φεύγωμεν, πρὶν τόνδε θοῶν ἐπιβήμεναι ἵππων.
δώσω δὲ χρύσειον ἐγὼ δέρος, εὐνήσασα
φρουρὸν ὄφιν: τύνη δὲ θεοὺς ἐνὶ σοῖσιν ἑταίροις,
ξεῖνε, τεῶν μύθων ἐπιίστορας, οὕς μοι ὑπέστης,
ποίησαι: μηδ᾽ ἔνθεν ἑκαστέρω ὁρμηθεῖσαν90
χήτει κηδεμόνων ὀνοτὴν καὶ ἀεικέα θείης."
Ἴσκεν ἀκηχεμένη: μέγα δὲ φρένες Αἰσονίδαο
γήθεον: αἶψα δέ μιν περὶ γούνασι πεπτηυῖαν
ἦκ᾽ ἀναειρόμενος προσπτύξατο, θάρσυνέν τε:
"δαιμονίη, Ζεὺς αὐτὸς Ὀλύμπιος ὅρκιος ἔστω,95
Ἥρη τε Ζυγίη, Διὸς εὐνέτις, ἦ μὲν ἐμοῖσιν
κουριδίην σε δόμοισιν ἐνιστήσεσθαι ἄκοιτιν,
εὖτ᾽ ἂν ἐς Ἑλλάδα γαῖαν ἱκώμεθα νοστήσαντες."
ὧς ηὔδα, καὶ χεῖρα παρασχεδὸν ἤραρε χειρὶ
δεξιτερήν: ἡ δέ σφιν ἐς ἱερὸν ἄλσος ἀνώγει100
νῆα θοὴν ἐλάαν αὐτοσχεδόν, ὄφρ᾽ ἔτι νύκτωρ
κῶας ἑλόντες ἄγοιντο παρὲκ νόον Αἰήταο.
ἔνθ᾽ ἔπος ἠδὲ καὶ ἔργον ὁμοῦ πέλεν ἐσσυμένοισιν.
εἰς γάρ μιν βήσαντες, ἀπὸ χθονὸς αὐτίκ᾽ ἔωσαν
νῆα: πολὺς δ᾽ ὀρυμαγδὸς ἐπειγομένων ἐλάτῃσιν105
ἦεν ἀριστήων: ἡ δ᾽ ἔμπαλιν ἀίσσουσα
γαίῃ χεῖρας ἔτεινεν ἀμήχανος. αὐτὰρ Ἰήσων
θάρσυνέν τ᾽ ἐπέεσσι, καὶ ἴσχανεν ἀσχαλόωσαν.