κάμμορε, τίπτ᾽ ἐπὶ τόσσον ἀμηχανίῃ βεβόλησαι;
ἴδμεν ἐποιχομένους χρύσεον δέρος: ἴδμεν ἕκαστα
ὑμετέρων καμάτων, ὅσ᾽ ἐπὶ χθονός, ὅσσα τ᾽ ἐφ᾽ ὑγρὴν1320
πλαζόμενοι κατὰ πόντον ὑπέρβια ἔργ᾽ ἐκάμεσθε.
οἰοπόλοι δ᾽ εἰμὲν χθόνιαι θεαὶ αὐδήεσσαι,
ἡρῷσσαι, Λιβύης τιμήοροι ἠδὲ θύγατρες.
ἀλλ᾽ ἄνα: μηδ᾽ ἔτι τοῖον ὀιζύων ἀκάχησο:
ἄνστησον δ᾽ ἑτάρους. εὖτ᾽ ἂν δέ τοι Ἀμφιτρίτη1325
ἅρμα Ποσειδάωνος ἐύτροχον αὐτίκα λύσῃ,
δή ῥα τότε σφετέρῃ ἀπὸ μητέρι τίνετ᾽ ἀμοιβὴν
ὧν ἔκαμεν δηρὸν κατὰ νηδύος ὔμμε φέρουσα:
καί κεν ἔτ᾽ ἠγαθέην ἐς Ἀχαιίδα νοστήσαιτε.
ὧς ἄρ᾽ ἔφαν, καὶ ἄφαντοι ἵν᾽ ἔσταθεν, ἔνθ᾽ ἄρα ταίγε
φθογγῇ ὁμοῦ ἐγένοντο παρασχεδόν. αὐτὰρ Ἰήσων
παπτήνας ἀν᾽ ἄρ᾽ ἕζετ᾽ ἐπὶ χθονός, ὧδέ τ᾽ ἔειπεν:
Ἵλατ᾽ ἐρημονόμοι κυδραὶ θεαί: ἀμφὶ δὲ νόστῳ
οὔτι μαλ᾽ ἀντικρὺ νοέω φάτιν. ἦ μὲν ἑταίρους
εἰς ἓν ἀγειράμενος μυθήσομαι, εἴ νύ τι τέκμωρ1335
δήωμεν κομιδῆς: πολέων δέ τε μῆτις ἀρείων.
ἦ, καὶ ἀναΐξας ἑτάρους ἐπὶ μακρὸν ἀύτει,
αὐσταλέος κονίῃσι, λέων ὥς, ὅς ῥά τ᾽ ἀν᾽ ὕλην
σύννομον ἣν μεθέπων ὠρύεται: αἱ δὲ βαρείῃ
φθογγῇ ὑποτρομέουσιν ἀν᾽ οὔρεα τηλόθι βῆσσαι:1340
δείματι δ᾽ ἄγραυλοί τε βόες μέγα πεφρίκασιν
βουπελάται τε βοῶν: τοῖς δ᾽ οὔ νύ τι γῆρυς ἐτύχθη
ῥιγεδανὴ ἑτάροιο φίλους ἐπικεκλομένοιο.
ἀγχοῦ δ᾽ ἠγερέθοντο κατηφέες: αὐτὰρ ὁ τούσγε
ἀχνυμένους ὅρμοιο πέλας μίγα θηλυτέρῃσιν1345
ἱδρύσας, μυθεῖτο πιφαυσκόμενος τὰ ἕκαστα:
κλῦτε, φίλοι: τρεῖς γάρ μοι ἀνιάζοντι θεάων,
στέρφεσιν αἰγείοις ἐζωσμέναι ἐξ ὑπάτοιο
αὐχένος ἀμφί τε νῶτα καὶ ἰξύας, ἠύτε κοῦραι,
ἔσταν ὑπὲρ κεφαλῆς μάλ᾽ ἐπισχεδόν: ἂν δ᾽ ἐκάλυψαν1350
πέπλον ἐρυσσάμεναι κούφῃ χερί, καὶ μ᾽ ἐκέλοντο
αὐτόν τ᾽ ἔγρεσθαι, ἀνά θ᾽ ὑμέας ὄρσαι ἰόντα:
μητέρι δὲ σφετέρῃ μενοεικέα τῖσαι ἀμοιβὴν
ὧν ἔκαμεν δηρὸν κατὰ νηδύος ἄμμε φέρουσα
ὁππότε κεν λύσῃσιν ἐύτροχον Ἀμφιτρίτη1355
ἅρμα Ποσειδάωνος. ἐγὼ δ᾽ οὐ πάγχυ νοῆσαι
τῆσδε θεοπροπίης ἴσχω πέρι. φάν γε μὲν εἶναι
ἡρῷσσαι, Λιβύης τιμήοροι ᾐδὲ θύγατρες:
καὶ δ᾽ ὁπόσ᾽ αὐτοὶ πρόσθεν ἐπὶ χθονὸς ἠδ᾽ ὅσ᾽ ἐφ᾽ ὑγρὴν
ἔτλημεν, τὰ ἕκαστα διίδμεναι εὐχετόωντο.1360
οὐδ᾽ ἔτι τάσδ᾽ ἀνὰ χῶρον ἐσέδρακον, ἀλλά τις ἀχλὺς
ἠὲ νέφος μεσσηγὺ φαεινομένας ἐκάλυψεν.
ὧς ἔφαθ᾽: οἱ δ᾽ ἄρα πάντες ἐθάμβεον εἰσαΐοντες.
ἔνθα τὸ μήκιστον τεράων Μινύῃσιν ἐτύχθη.
ἐξ ἁλὸς ἤπειρόνδε πελώριος ἔκθορεν ἵππος,1365
ἀμφιλαφής, χρυσέῃσι μετήορος αὐχένα χαίταις:
ῥίμφα δὲ σεισάμενος γυίων ἄπο νήχυτον ἅλμην
ὦρτο θέειν, πνοιῇ ἴκελος πόδας. αἶψα δὲ Πηλεὺς
γηθήσας ἑτάροισιν ὁμηγερέεσσι μετηύδα: