ἀλλ᾽ ὅτε δή ῥ᾽ ἐπὶ νηὸς ἔβαν, πρήσοντος ἀήτεω
ἂμ πέλαγος νοτίοιο, πόρους τ᾽ ἀπετεκμήραντο
λίμνης ἐκπρομολεῖν Τριτωνίδος, οὔτινα μῆτιν
δὴν ἔχον, ἀφραδέως δὲ πανημέριοι φορέοντο.1540
ὡς δὲ δράκων σκολιὴν εἱλιγμένος ἔρχεται οἶμον,
εὖτέ μιν ὀξύτατον θάλπει σέλας ἠελίοιο:
ῥοίζῳ δ᾽ ἔνθα καὶ ἔνθα κάρη στρέφει, ἐν δέ οἱ ὄσσε
σπινθαρύγεσσι πυρὸς ἐναλίγκια μαιμώοντι
λάμπεται, ὄφρα μυχόνδε διὰ ῥωχμοῖο δύηται:1545
ὧς Ἀργὼ λίμνης στόμα ναύπορον ἐξερέουσα
ἀμφεπόλει δηναιὸν ἐπὶ χρόνον. αὐτίκα δ᾽ Ὀρφεὺς
κέκλετ᾽ Ἀπόλλωνος τρίποδα μέγαν ἔκτοθι νηὸς
δαίμοσιν ἐγγενέταις νόστῳ ἔπι μείλια θέσθαι.
καὶ τοὶ μὲν Φοίβου κτέρας ἵδρυον ἐν χθονὶ βάντες:1550
τοῖσιν δ᾽ αἰζηῷ ἐναλίγκιος ἀντεβόλησεν
τρίτων εὐρυβίης, γαίης δ᾽ ἀνὰ βῶλον ἀείρας
ξείνι᾽ ἀριστήεσσι προΐσχετο, φώνησέν τε:
Δέχθε, φίλοι: ἐπεὶ οὐ περιώσιον ἐγγυαλίξαι
ἐνθάδε νῦν πάρ᾽ ἐμοὶ ξεινήιον ἀντομένοισιν.1555
εἰ δέ τι τῆσδε πόρους μαίεσθ᾽ ἁλός, οἷά τε πολλὰ
ἄνθρωποι χατέουσιν ἐπ᾽ ἀλλοδαπῇ περόωντες,
ἐξερέω. δὴ γάρ με πατὴρ ἐπιίστορα πόντου
θῆκε Ποσειδάων τοῦδ᾽ ἔμμεναι. αὐτὰρ ἀνάσσω
παρραλίης, εἰ δή τιν᾽ ἀκούετε νόσφιν ἐόντες1560
Εὐρύπυλον Λιβύῃ θηροτρόφῳ ἐγγεγαῶτα.
ὧς ηὔδα: πρόφρων δ᾽ ὑπερέσχεθε βώλακι χεῖρας
Εὔφημος, καὶ τοῖα παραβλήδην προσέειπεν:
Ἀπίδα καὶ πέλαγος Μινώιον εἴ νύ που, ἥρως,
ἐξεδάης, νημερτὲς ἀνειρομένοισιν ἔνισπε.1565
δεῦρο γὰρ οὐκ ἐθέλοντες ἱκάνομεν, ἀλλὰ βαρείαις
χρίμψαντες γαίης ἐπὶ πείρασι τῆσδε θυέλλαις
νῆα μεταχρονίην ἐκομίσσαμεν ἐς τόδε λίμνης
χεῦμα δι᾽ ἠπείρου βεβαρημένοι: οὐδέ τι ἴδμεν,
πῇ πλόος ἐξανέχει Πελοπηίδα γαῖαν ἱκέσθαι.1570
ὧς ἄρ᾽ ἔφη: ὁ δὲ χεῖρα τανύσσατο, δεῖξε δ᾽ ἄπωθεν
φωνήσας πόντον τε καὶ ἀγχιβαθὲς στόμα λίμνης:
κείνη μὲν πόντοιο διήλυσις, ἔνθα μάλιστα
βένθος ἀκίνητον μελανεῖ: ἑκάτερθε δὲ λευκαὶ
ῥηγμῖνες φρίσσουσι διαυγέες: ἡ δὲ μεσηγὺ1575
ῥηγμίνων στεινὴ τελέθει ὁδὸς ἐκτὸς ἐλάσσαι.
κεῖνο δ᾽ ὑπηέριον θείην Πελοπηίδα γαῖαν
εἰσανέχει πέλαγος Κρήτης ὕπερ: ἀλλ᾽ ἐπὶ χειρὸς
δεξιτερῆς, λίμνηθεν ὅτ᾽ εἰς ἁλὸς οἶδμα βάλητε,
τόφρ᾽ αὐτὴν παρὰ χέρσον ἐεργμένοι ἰθύνεσθε,1580
ἔστ᾽ ἂν ἄνω τείνῃσι: περιρρήδην δ᾽ ἑτέρωσε
κλινομένης χέρσοιο, τότε πλόος ὔμμιν ἀπήμων
ἀγκῶνος τέτατ᾽ ἰθὺς ἀπὸ προύχοντος ἰοῦσιν.
ἀλλ᾽ ἴτε γηθόσυνοι, καμάτοιο δὲ μήτις ἀνίη
γιγνέσθω, νεότητι κεκασμένα γυῖα μογῆσαι.1585
Ἴσκεν ἐυφρονέων: οἱ δ᾽ αἶψ᾽ ἐπὶ νηὸς ἔβησαν
λίμνης ἐκπρομολεῖν λελιημένοι εἰρεσίῃσιν.
καὶ δὴ ἐπιπρονέοντο μεμαότες: αὐτὰρ ὁ τείως
τρίτων ἀνθέμενος τρίποδα μέγαν, εἴσατο λίμνην
εἰσβαίνειν: μετὰ δ᾽ οὔτις ἐσέδρακεν, οἷον ἄφαντος1590
αὐτῷ σὺν τρίποδι σχεδὸν ἔπλετο. τοῖσι δ᾽ ἰάνθη
θυμός, ὃ δὴ μακάρων τις ἐναίσιμος ἀντεβόλησεν.
καί ῥά οἱ Αἰσονίδην μήλων ὅ τι φέρτατον ἄλλων
ἤνωγον ῥέξαι καὶ ἐπευφημῆσαι ἑλόντα.
αἶψα δ᾽ ὅγ᾽ ἐσσυμένως ἐκρίνατο, καί μιν ἀείρας1595
σφάξε κατὰ πρύμνης, ἐπὶ δ᾽ ἔννεπεν εὐχωλῇσιν: