ὣς φάτο, τοὺς δʼ ἄρα πάντας ὑπὸ χλωρὸν δέος ᾕρει.450
τοῖσι δὲ καὶ μετέειπε γέρων ἥρως Ἁλιθέρσης
Μαστορίδης· ὁ γὰρ οἶος ὅρα πρόσσω καὶ ὀπίσσω·
ὅ σφιν ἐϋφρονέων ἀγορήσατο καὶ μετέειπε·
κέκλυτε δὴ νῦν μευ, Ἰθακήσιοι, ὅττι κεν εἴπω·
ὑμετέρῃ κακότητι, φίλοι, τάδε ἔργα γένοντο·455
οὐ γὰρ ἐμοὶ πείθεσθʼ, οὐ Μέντορι ποιμένι λαῶν,
ὑμετέρους παῖδας καταπαυέμεν ἀφροσυνάων,
οἳ μέγα ἔργον ἔρεξαν ἀτασθαλίῃσι κακῇσι,
κτήματα κείροντες καὶ ἀτιμάζοντες ἄκοιτιν
ἀνδρὸς ἀριστῆος· τὸν δʼ οὐκέτι φάντο νέεσθαι.460
καὶ νῦν ὧδε γένοιτο. πίθεσθέ μοι ὡς ἀγορεύω·
μὴ ἴομεν, μή πού τις ἐπίσπαστον κακὸν εὕρῃ.
ὣς ἔφαθʼ, οἱ δʼ ἄρʼ ἀνήϊξαν μεγάλῳ ἀλαλητῷ
ἡμίσεων πλείους· τοὶ δʼ ἀθρόοι αὐτόθι μίμνον·
οὐ γὰρ σφιν ἅδε μῦθος ἐνὶ φρεσίν, ἀλλʼ Εὐπείθει465
πείθοντʼ· αἶψα δʼ ἔπειτʼ ἐπὶ τεύχεα ἐσσεύοντο.
αὐτὰρ ἐπεί ῥʼ ἕσσαντο περὶ χροῒ νώροπα χαλκόν,
ἀθρόοι ἠγερέθοντο πρὸ ἄστεος εὐρυχόροιο.
τοῖσιν δʼ Εὐπείθης ἡγήσατο νηπιέῃσι·
φῆ δʼ ὅ γε τίσεσθαι παιδὸς φόνον, οὐδʼ ἄρʼ ἔμελλεν470
ἂψ ἀπονοστήσειν, ἀλλʼ αὐτοῦ πότμον ἐφέψειν.
αὐτὰρ Ἀθηναίη Ζῆνα Κρονίωνα προσηύδα·
ὦ πάτερ ἡμέτερε, Κρονίδη, ὕπατε κρειόντων,
εἰπέ μοι εἰρομένῃ, τί νύ τοι νόος ἔνδοθι κεύθει;
ἢ προτέρω πόλεμόν τε κακὸν καὶ φύλοπιν αἰνὴν475
τεύξεις, ἦ φιλότητα μετʼ ἀμφοτέροισι τίθησθα;
τὴν δʼ ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύς·
τέκνον ἐμόν, τί με ταῦτα διείρεαι ἠδὲ μεταλλᾷς;
οὐ γὰρ δὴ τοῦτον μὲν ἐβούλευσας νόον αὐτή,
ὡς ἦ τοι κείνους Ὀδυσεὺς ἀποτίσεται ἐλθών;480
ἔρξον ὅπως ἐθέλεις· ἐρέω τέ τοι ὡς ἐπέοικεν.
ἐπεὶ δὴ μνηστῆρας ἐτίσατο δῖος Ὀδυσσεύς,
ὅρκια πιστὰ ταμόντες ὁ μὲν βασιλευέτω αἰεί,
ἡμεῖς δʼ αὖ παίδων τε κασιγνήτων τε φόνοιο
ἔκλησιν θέωμεν· τοὶ δʼ ἀλλήλους φιλεόντων485
ὡς τὸ πάρος, πλοῦτος δὲ καὶ εἰρήνη ἅλις ἔστω.
ὣς εἰπὼν ὤτρυνε πάρος μεμαυῖαν Ἀθήνην,
βῆ δὲ κατʼ Οὐλύμποιο καρήνων ἀΐξασα.
οἱ δʼ ἐπεὶ οὖν σίτοιο μελίφρονος ἐξ ἔρον ἕντο,
τοῖς δʼ ἄρα μύθων ἦρχε πολύτλας δῖος Ὀδυσσεύς·490
ἐξελθών τις ἴδοι μὴ δὴ σχεδὸν ὦσι κιόντες.
ὣς ἔφατʼ· ἐκ δʼ υἱὸς Δολίου κίεν, ὡς ἐκέλευεν·
στῆ δʼ ἄρʼ ἐπʼ οὐδὸν ἰών, τοὺς δὲ σχεδὸν ἔσιδε πάντας·
αἶψα δʼ Ὀδυσσῆα ἔπεα πτερόεντα προσηύδα·
οἵδε δὴ ἐγγὺς ἔασʼ· ἀλλʼ ὁπλιζώμεθα θᾶσσον.495
notes
Halitherses tries to persuade the kinsmen of the suitors not to seek revenge, but more than half of them arm themselves and set out against Odysseus. Athena and Zeus plan to call a truce to end the hostilities.
455 ὑμετέρῃ κακότητι: “for (because of ) our evil,” instrumental dative (or dative of cause) expressing reason or occasion (Monro 144, Smyth 1517).
456 πείθεσθ(ε): impf.
457 καταπαυέμεν: “to keep (acc.) from (gen.)” (LSJ καταπαύω II.2, see Smyth 1392 for the genitive of separation).
461 γένοιτο: optative of wish.
462 μὴ ἴομεν: short-vowel hortatory subj., answering Eupeithes at 432.
463 οἱ δʼ: “some” (those who agreed with Eupeithes).
464 ἡμίσεων πλείους: “more than half (of them).” πλείους = πλέονες, nom.
464 τοὶ δʼ: “but others” (those who agreed with Halitherses).
465 ἅδε: “was (not) pleasing,” 3rd sing. aor. acti. indic. > ἁνδάνω.
465 σφιν: this has to refer to the first group (οἱ δʼ, 463) who agree with Eupeithes.
465 μῦθος: of Halitherses.
466 ἐπὶ: “for,” “to get” (LSJ ἐπί III.1).
470 φῆ δʼ ὅ γε τίσεσθαι: “he thought he would avenge …”
476 τίθησθα: 2nd sing. pres. act. indic. For the ending, see Smyth 463 D. b.
480 ὡς: “that,” introducing indirect discourse.
483 ὅρκια πιστὰ ταμόντες: “when both sides have sworn a reliable oath …” (for τάμνω / τέμνω meaning “to swear an oath,” see LSJ τέμνω II.2).
483 ὁ μὲν: Odysseus.
484 παίδων τε κασιγνήτων: objective gens., with φόνοιο.
485 θέωμεν: hortatory aor. subj. > τίθημι.
485 φιλεόντων: 3rd pl. pres. act. imperat.
487 πάρος μεμαυῖαν: “who was eager before,” “who was already eager.”
488 βῆ: the subject is Athena.
489 οἱ δʼ: Odysseus and the others at Laertes’ farm. An abrupt change of scene.
489 ἐξ … ἕντο: “rid themselves of (acc.),” “put aside,” tmesis > ἐξίημι.
491 ἴδοι: imperat. opt. (Smyth 1820).
491 ὦσι: 3rd pl. pres. act. subj. > εἰμί. Subjunctive in a clause of fearing or caution (Smyth 2224a.).
492 ἐκ … κίεν: “went out,” tmesis > ἐκκίω.