ὣς οἱ μὲν περὶ δεῖπνον ἐνὶ μεγάροισι πένοντο·

Ὄσσα δʼ ἄρʼ ἄγγελος ὦκα κατὰ πτόλιν ᾤχετο πάντῃ,

μνηστήρων στυγερὸν θάνατον καὶ κῆρʼ ἐνέπουσα.

οἱ δʼ ἄρʼ ὁμῶς ἀΐοντες ἐφοίτων ἄλλοθεν ἄλλος415

μυχμῷ τε στοναχῇ τε δόμων προπάροιθʼ Ὀδυσῆος,

ἐκ δὲ νέκυς οἴκων φόρεον καὶ θάπτον ἕκαστοι,

τοὺς δʼ ἐξ ἀλλάων πολίων οἶκόνδε ἕκαστον

πέμπον ἄγειν ἁλιεῦσι θοῇς ἐπὶ νηυσὶ τιθέντες·

αὐτοὶ δʼ εἰς ἀγορὴν κίον ἀθρόοι, ἀχνύμενοι κῆρ.420

αὐτὰρ ἐπεί ῥʼ ἤγερθεν ὁμηγερέες τʼ ἐγένοντο,

τοῖσιν δʼ Εὐπείθης ἀνά θʼ ἵστατο καὶ μετέειπε·

παιδὸς γάρ οἱ ἄλαστον ἐνὶ φρεσὶ πένθος ἔκειτο,

Ἀντινόου, τὸν πρῶτον ἐνήρατο δῖος Ὀδυσσεύς·

τοῦ ὅ γε δάκρυ χέων ἀγορήσατο καὶ μετέειπεν·425

ὦ φίλοι, ἦ μέγα ἔργον ἀνὴρ ὅδʼ ἐμήσατʼ Ἀχαιούς·

τοὺς μὲν σὺν νήεσσιν ἄγων πολέας τε καὶ ἐσθλοὺς

ὤλεσε μὲν νῆας γλαφυράς, ἀπὸ δʼ ὤλεσε λαούς·

τοὺς δʼ ἐλθὼν ἔκτεινε Κεφαλλήνων ὄχʼ ἀρίστους.

ἀλλʼ ἄγετε, πρὶν τοῦτον ἢ ἐς Πύλον ὦκα ἱκέσθαι430

ἢ καὶ ἐς Ἤλιδα δῖαν, ὅθι κρατέουσιν Ἐπειοί,

ἴομεν· ἦ καὶ ἔπειτα κατηφέες ἐσσόμεθʼ αἰεί·

λώβη γὰρ τάδε γʼ ἐστὶ καὶ ἐσσομένοισι πυθέσθαι,

εἰ δὴ μὴ παίδων τε κασιγνήτων τε φονῆας

τισόμεθʼ. οὐκ ἂν ἐμοί γε μετὰ φρεσὶν ἡδὺ γένοιτο435

ζωέμεν, ἀλλὰ τάχιστα θανὼν φθιμένοισι μετείην.

ἀλλʼ ἴομεν, μὴ φθέωσι περαιωθέντες ἐκεῖνοι.

ὣς φάτο δάκρυ χέων, οἶκτος δʼ ἕλε πάντας Ἀχαιούς.

ἀγχίμολον δέ σφʼ ἦλθε Μέδων καὶ θεῖος ἀοιδὸς

ἐκ μεγάρων Ὀδυσῆος, ἐπεί σφεας ὕπνος ἀνῆκεν,440

ἔσταν δʼ ἐν μέσσοισι· τάφος δʼ ἕλεν ἄνδρα ἕκαστον.

τοῖσι δὲ καὶ μετέειπε Μέδων πεπνυμένα εἰδώς·

κέκλυτε δὴ νῦν μευ, Ἰθακήσιοι· οὐ γὰρ Ὀδυσσεὺς

ἀθανάτων ἀέκητι θεῶν τάδʼ ἐμήσατο ἔργα·

αὐτὸς ἐγὼν εἶδον θεὸν ἄμβροτον, ὅς ῥʼ Ὀδυσῆϊ445

ἐγγύθεν ἑστήκει καὶ Μέντορι πάντα ἐῴκει.

ἀθάνατος δὲ θεὸς τοτὲ μὲν προπάροιθʼ Ὀδυσῆος

φαίνετο θαρσύνων, τοτὲ δὲ μνηστῆρας ὀρίνων

θῦνε κατὰ μέγαρον· τοὶ δʼ ἀγχιστῖνοι ἔπιπτον.

    The kinsmen of the suitors bury their dead and contemplate revenge. The herald Medon addresses the assembly.

     

    413 Ὄσσα: “a rumor” (LSJ ὄσσα).

    413 ἄγγελος: “as a messenger,” predicate.

    415 ὁμῶς: either (1) “(hearing) all at once” (taking it with ἀΐοντες), or (2) “(they were going around) all together” (taking it with ἐφοίτων).

    416 δόμων προπάροιθ(ε): anastrophe.

    417 ἐκ: with οἴκων.

    417 νέκυς: acc. pl.

    418 οἶκόνδε ἕκαστον / πέμπον ἄγειν ἁλιεῦσι: “sent (acc.) to (dat.) to (infin. of purpose) (terminal accusative οἶκόνδε, Smyth 1589). For the constructions with πέμπω, see LSJ πέμπω I.3 (πέμπω followed by infinitive of purpose and dative) and I.2 (πέμπω followed by οἶκόνδε).

    422 ἀνά … ἵστατο: “stood up,” tmesis > ἀνίστημι.

    423 παιδὸς: objective gen., with πένθος. Ἀντινόου in the following line is in apposition to παιδὸς.

    425 τοῦ: “for him,” objective gen., with δάκρυ.

    426 μέγα: “big” is used in a negative sense (LSJ μέγας II.5).

    426 ἐμήσατ(o): “plotted (acc. of thing) for (acc. of person)” (LSJ μήδομαι I.2, Smyth 1620).

    427 τοὺς μὲν: “some (of the Achaeans) … ,” balanced by τοὺς δʼ …, “and some …” (429). τοὺς in 427 is the object of ἄγων (“leading some …”), with πολέας τε καὶ ἐσθλοὺς in apposition.

    429 ἐλθὼν: “when he came home.”

    430 τοῦτον: “this man,” Odysseus. The accusative subject of the infinitive ἱκέσθαι in the temporal clause with πρίν (Smyth 2453).

    432 ἴομεν: short-vowel hortatory subj. > εἶμι.

    433 λώβη γὰρ τάδε γʼ ἐστὶ: τάδε is the subject (neuter plural with singular verb) and λώβη is predicate.

    435 τισόμεθʼ: fut. indic., in an emotional future conditional (Smyth 2328).

    436 ζωέμεν: pres. act. infin.

    436 μετείην: “I would take my place among (dat.).” The optative without ἄν here could be an optative of wish (“may I take my place …”) or a potential optative (Smyth 1821).

    437 φθέωσι: 3rd pl. aor. act. subj. > φθάνω. The subjunctive is a prohibitive subjunctive (“let them not …”), and the verb is constructed with a participle (LSJ φθάνω II.1.a, Smyth 2096).

    437 ἐκεῖνοι: Odysseus and his followers.

    439 Μέδων καὶ θεῖος ἀοιδὸς: the herald Medon and the bard Phemius were spared during the slaughter of the suitors in Book 22 (22.330–80).

    441 ἕλεν: impf. > αἱρέω.

    article nav
    Previous

    Suggested Citation

    Thomas Van Nortwick and Rob Hardy, Homer: Odyssey 5–12. Carlisle, Pennsylvania: Dickinson College Commentaries, 2024. ISBN: 978-1-947822-17-7 https://dcc.dickinson.edu/homer-odyssey/xxiv-412%E2%80%93449