ἡ μὲν θαμβήσασα πάλιν οἶκόνδε βεβήκει·
παιδὸς γὰρ μῦθον πεπνυμένον ἔνθετο θυμῷ.355
ἐς δʼ ὑπερῷʼ ἀναβᾶσα σὺν ἀμφιπόλοισι γυναιξὶ
κλαῖεν ἔπειτʼ Ὀδυσῆα, φίλον πόσιν, ὄφρα οἱ ὕπνον
ἡδὺν ἐπὶ βλεφάροισι βάλε γλαυκῶπις Ἀθήνη.
αὐτὰρ ὁ τόξα λαβὼν φέρε καμπύλα δῖος ὑφορβός·
μνηστῆρες δʼ ἄρα πάντες ὁμόκλεον ἐν μεγάροισιν·360
ὧδε δέ τις εἴπεσκε νέων ὑπερηνορεόντων·
πῆ δὴ καμπύλα τόξα φέρεις, ἀμέγαρτε συβῶτα,
πλαγκτέ; τάχʼ αὖ σʼ ἐφʼ ὕεσσι κύνες ταχέεςκατέδονται
οἶον ἀπʼ ἀνθρώπων, οὓς ἔτρεφες, εἴ κεν Ἀπόλλων
ἡμῖν ἱλήκῃσι καὶ ἀθάνατοι θεοὶ ἄλλοι.365
ὣς φάσαν, αὐτὰρ ὁ θῆκε φέρων αὐτῇ ἐνὶ χώρῃ,
δείσας, οὕνεκα πολλοὶ ὁμόκλεον ἐν μεγάροισιν.
Τηλέμαχος δʼ ἑτέρωθεν ἀπειλήσας ἐγεγώνει·
ἄττα, πρόσω φέρε τόξα· τάχʼ οὐκ εὖ πᾶσι πιθήσεις
μή σε καὶ ὁπλότερός περ ἐὼν ἀγρόνδε δίωμαι,370
βάλλων χερμαδίοισι· βίηφι δὲ φέρτερός εἰμι.
αἲ γὰρ πάντων τόσσον, ὅσοι κατὰ δώματʼ ἔασι,
μνηστήρων χερσίν τε βίηφί τε φέρτερος εἴην·
τῷ κε τάχα στυγερῶς τινʼ ἐγὼ πέμψαιμι νέεσθαι
ἡμετέρου ἐξ οἴκου, ἐπεὶ κακὰ μηχανόωνται.375
ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ἐπʼ αὐτῷ ἡδὺ γέλασσαν
μνηστῆρες, καὶ δὴ μέθιεν χαλεποῖο χόλοιο
Τηλεμάχῳ· τὰ δὲ τόξα φέρων ἀνὰ δῶμα συβώτης
ἐν χείρεσσʼ Ὀδυσῆϊ δαΐφρονι θῆκε παραστάς.
ἐκ δὲ καλεσσάμενος προσέφη τροφὸν Εὐρύκλειαν·380
Τηλέμαχος κέλεταί σε, περίφρων Εὐρύκλεια,
κληῗσαι μεγάροιο θύρας πυκινῶς ἀραρυίας,
ἢν δέ τις ἤ στοναχῆς ἠὲ κτύπου ἔνδον ἀκούσῃ
ἀνδρῶν ἡμετέροισιν ἐν ἕρκεσι, μή τι θύραζε
προβλώσκειν, ἀλλʼ αὐτοῦ ἀκὴν ἔμεναι παρὰ ἔργῳ.385
ὣς ἄρʼ ἐφώνησεν, τῇ δʼ ἄπτερος ἔπλετο μῦθος,
κλήϊσεν δὲ θύρας μεγάρων εὖ ναιεταόντων.
σιγῇ δʼ ἐξ οἴκοιο Φιλοίτιος ἆλτο θύραζε,
κλήϊσεν δʼ ἄρʼ ἔπειτα θύρας εὐερκέος αὐλῆς.
κεῖτο δʼ ὑπʼ αἰθούσῃ ὅπλον νεὸς ἀμφιελίσσης390
βύβλινον, ᾧ ῥʼ ἐπέδησε θύρας, ἐς δʼ ἤϊεν αὐτός·
ἕζετʼ ἔπειτʼ ἐπὶ δίφρον ἰών, ἔνθεν περ ἀνέστη,
εἰσορόων Ὀδυσῆα. ὁ δʼ ἤδη τόξον ἐνώμα
πάντῃ ἀναστρωφῶν, πειρώμενος ἔνθα καὶ ἔνθα,
μὴ κέρα ἶπες ἔδοιεν ἀποιχομένοιο ἄνακτος.395
ὧδε τις εἴπεσκεν ἰδὼν ἐς πλησίον ἄλλον·
ἦ τις θηητὴρ καὶ ἐπίκλοπος ἔπλετο τόξων·
ἤ ῥά νύ που τοιαῦτα καὶ αὐτῷ οἴκοθι κεῖται
ἢ ὅ γʼ ἐφορμᾶται ποιησέμεν, ὡς ἐνὶ χερσὶ
νωμᾷ ἔνθα καὶ ἔνθα κακῶν ἔμπαιος ἀλήτης.400
notes
Eumaeus brings the bow to Odysseus and the doors of the hall are locked.
354 βεβήκει: the “pluperfect of immediate occurrence” (Smyth 1953).
357 ὄφρα: “until.”
363 κατέδονται: 3rd pl. fut. mid. indic. (dep. fut.) > κατεσθίω.
364 οὓς: the antecedent is κύνες.
366 ὁ: Eumaeus.
366 αὐτῇ ἐνὶ χώρῃ: “in the same place.”
369 πιθήσεις: “will obey (dat.)” (Cunliffe πείθω 4.a).
372 τόσσον: adverbial, with φέρτερος (“so much better”).
374 τιν(α): “someone,” meaning “everyone.” Merry calls this a “sarcastic litotes.”
377 μέθιεν: “were letting go of (gen.),” 3rd pl. impf. act. indic. > μεθίημι. For the genitive (of separation), see Smyth 1392.
378 Τηλεμάχῳ: “(anger) at Telemachus,” dative of cause (Smyth 1517).
382–85 = 21.236–39
383 ἢν: = ἐάν, introducing the protasis of a future more vivid conditional.
384 μή … / προβλώσκειν, ἀλλʼ … ἔμεναι: “let them not go out, but let them stay …,” taking the infinitive as a 3rd plural imperative in the apodosis of the conditional sentence.
385 παρὰ ἔργῳ: “at their work.”
388 ἆλτο: 3rd sing. aor. mid. indic. > ἄλλομαι.
390 ὅπλον: “(ship’s) cable,” “rope.”
395 μὴ: “(fearing) that …,” introducing a clause of fearing with optative in secondary sequence.
399 ποιησέμεν: “to make (one, a bow),” fut. act. infin.