Error message
Deprecated function: Return type of Drupal\google_analytics\Component\Render\GoogleAnalyticsJavaScriptSnippet::jsonSerialize() should either be compatible with JsonSerializable::jsonSerialize(): mixed, or the #[\ReturnTypeWillChange] attribute should be used to temporarily suppress the notice in include() (line 10 of modules/contrib/google_analytics/src/Component/Render/GoogleAnalyticsJavaScriptSnippet.php).Christopher Francese
Epictetus Encheiridion 27 read aloud (CF)
27.1 ὥσπερ σκοπὸς πρὸς τὸ ἀποτυχεῖν οὐ τίθεται, οὕτως οὐδὲ κακοῦ φύσις ἐν κόσμῳ γίνεται.
Epictetus Encheiridion 13 read aloud (CF)
13.1 Εἰ προκόψαι θέλεις, ὑπόμεινον ἕνεκα τῶν ἐκτὸς ἄνους δόξαι καὶ ἠλίθιος. μηδὲν βούλου δοκεῖν ἐπίστασθαι· κἂν δόξῃς τις εἶναί τισιν, ἀπίστει σεαυτῷ. ἴσθι γὰρ ὅτι οὐ ῥᾴδιον καὶ τὴν προαίρεσιν τὴν σεαυτοῦ κατὰ φύσιν ἔχουσαν φυλάξαι καὶ τὰ ἐκτός· ἀλλ’ ἀνάγκη τοῦ ἑτέρου ἐπιμελούμενον τοῦ ἑτέρου ἀμελῆσαι.
Epictetus Encheiridion 12 read aloud (CF)
12.1 εἰ προκόψαι θέλεις, ἄφες τοὺς τοιούτους ἐπιλογισμούς· «ἂν ἀμελήσω τῶν ἐμῶν, οὐχ ἕξω διατροφάς·» «ἃν μὴ κολάσω τὸν παῖδα, πονηρὸς ἔσται.» κρεῖσσον γάρ ἐστι λιμῷ ἀποθανεῖν ἄλυπον καὶ ἄφοβον γενόμενον ἢ ζῆν ἐν ἀφθόνοις ταρασσόμενον· κρεῖσσον δὲ καὶ τὸν παῖδα κακὸν εἶναι ἢ σὲ κακοδαίμονα. 12.2 ἄρξαι τοιγαροῦν ἀπὸ τῶν σμικρῶν. ἐκχεῖται τὸ ἐλάδιον, κλέπτεται τὸ οἰνάριον· ἐπίλεγε ὅτι «τοσούτου πωλεῖται ἀπάθεια, τοσούτου ἀταραξία· προῖκα δὲ οὐδὲν περιγίνεται.» ὅταν δὲ καλῇς τὸν παῖδα, ἐνθυμοῦ ὅτι δύναται μὴ ὑπακοῦσαι ἢ ὑπακούσας μηδὲν ποιῆσαι ὧν θέλεις· ἀλλ' οὐχ οὕτως ἐστὶν αὐτῷ καλῶς ἵνα ἐπ' ἐκείνῳ ᾖ τὸ σὲ μὴ ταραχθῆναι.
Epictetus Encheiridion 11 read aloud (CF)
11.1 μηδέποτε ἐπὶ μηδενὸς εἴπῃς ὅτι «ἀπώλεσα αὐτό», ἀλλ' ὅτι «ἀπέδωκα.» τὸ παιδίον ἀπέθανεν; ἀπεδόθη. ἡ γυνὴ ἀπέθανεν; ἀπεδόθη. τὸ χωρίον ἀφῃρέθη. οὐκοῦν καὶ τοῦτο ἀπεδόθη. «ἀλλὰ κακὸς ὁ ἀφελόμενος.» τί δὲ σοὶ μέλει, διὰ τίνος σε ὁ δοὺς ἀπῄτησε; μέχρι δ' ἂν διδῶται, ὡς ἀλλοτρίων αὐτῶν ἐπιμελοῦ, ὡς τοῦ πανδοκείου οἱ παριόντες.
Epictetus Encheiridion 10 read aloud (CF)
10.1 ἐφ' ἑκάστου τῶν προσπιπτόντων μέμνησο ἐπιστρέφων ἐπὶ σεαυτὸν ζητεῖν, τίνα δύναμιν ἔχεις πρὸς τὴν χρῆσιν αὐτοῦ. ἐὰν καλὸν ἴδῃς ἢ καλήν, εὑρήσεις δύναμιν πρὸς ταῦτα ἐγκράτειαν· ἐὰν πόνος προσφέρηται, εὑρήσεις καρτερίαν· ἂν λοιδορία, εὑρήσεις ἀνεξικακίαν. καὶ οὕτως ἐθιζόμενόν σε οὐ συναρπάσουσιν αἱ φαντασίαι.
Epictetus Encheiridion 9 read aloud (CF)
9.1 νόσος σώματός ἐστιν ἐμπόδιον, προαιρέσεως δὲ οὔ, ἐὰν μὴ αὐτὴ θέλῃ. χώλωσις σκέλους ἐστὶν ἐμπόδιον, προαιρέσεως δὲ οὔ. καὶ τοῦτο ἐφ' ἑκάστου τῶν ἐμπιπτόντων ἐπίλεγε· εὑρήσεις γὰρ αὐτὸ ἄλλου τινὸς ἐμπόδιον, σὸν δὲ οὔ.
Epictetus Encheiridion 8 read aloud (CF)
8.1 μὴ ζήτει τὰ γινόμενα γίνεσθαι ὡς θέλεις, ἀλλὰ θέλε τὰ γινόμενα ὡς γίνεται, καὶ εὐροήσεις.
Epictetus Encheiridion 7 read aloud (CF)
7.1 Καθάπερ ἐν πλῷ τοῦ πλοίου καθορμισθέντος εἰ ἐξέλθοις ὑδρεύσασθαι, ὁδοῦ μὲν πάρεργον καὶ κοχλίδιον ἀναλέξῃ καὶ βολβάριον, τετάσθαι δὲ δεῖ τὴν διάνοιαν ἐπὶ τὸ πλοῖον καὶ συνεχῶς ἐπιστρέφεσθαι μή τι ὁ κυβερνήτης καλέσῃ, κἂν καλέσῃ, πάντα ἐκεῖνα ἀφιέναι, ἵνα μὴ δεδεμένος ἐμβληθῇς ὡς τὰ πρόβατα, οὕτω καὶ ἐν τῷ βίῳ, ἐὰν διδῶται ἀντὶ βολβαρίου καὶ κοχλιδίου γυναικάριον καὶ παιδίον, οὐδὲν κωλύσει· ἐὰν δὲ ὁ κυβερνήτης καλέσῃ, τρέχε ἐπὶ τὸ πλοῖον ἀφεὶς ἐκεῖνα ἅπαντα μηδὲ ἐπιστρεφόμενος· ἐὰν δὲ γέρων ᾖς, μηδὲ ἀπαλλαγῇς ποτε τοῦ πλοίου μακράν, μή ποτε καλοῦντος ἐλλίπῃς.
Epictetus Encheiridion 3 read aloud (CF)
3.1 Εφ' ἑκάστου τῶν ψυχαγωγούντων ἢ χρείαν παρεχόντων ἢ στεργομένων μέμνησο ἐπιλέγειν ὁποῖόν ἐστιν, ἀπὸ τῶν σμικροτάτων ἀρξάμενος. ἂν χύτραν στέργῃς, ὅτι «χύτραν στέργω.» καταγείσης γὰρ αὐτῆς οὐ ταραχθήσῃ• ἂν παιδίον σαυτοῦ καταφιλῇς ἢ γυναῖκα, ὅτι ἄνθρωπον καταφιλεῖς• ἀποθανόντος γὰρ οὐ ταραχθήσῃ.