Homer /

Thomas Van Nortwick and Geoffrey Steadman

<non>

Homer, Iliad VI 72-115

ὣς εἰπὼν ὄτρυνε μένος καὶ θυμὸν ἑκάστου.

ἔνθά κεν αὖτε Τρῶες ἀρηϊφίλων ὑπ᾽ Ἀχαιῶν

Ἴλιον εἰσανέβησαν ἀναλκείῃσι δαμέντες,

εἰ μὴ ἄρ᾽ Αἰνείᾳ τε καὶ Ἕκτορι εἶπε παραστὰς75

Πριαμίδης Ἕλενος οἰωνοπόλων ὄχ᾽ ἄριστος:

Αἰνεία τε καὶ Ἕκτορ, ἐπεὶ πόνος ὔμμι μάλιστα

Τρώων καὶ Λυκίων ἐγκέκλιται, οὕνεκ᾽ ἄριστοι

πᾶσαν ἐπ᾽ ἰθύν ἐστε μάχεσθαί τε φρονέειν τε,

στῆτ᾽ αὐτοῦ, καὶ λαὸν ἐρυκάκετε πρὸ πυλάων80

πάντῃ ἐποιχόμενοι πρὶν αὖτ᾽ ἐν χερσὶ γυναικῶν

φεύγοντας πεσέειν, δηΐοισι δὲ χάρμα γενέσθαι.

αὐτὰρ ἐπεί κε φάλαγγας ἐποτρύνητον ἁπάσας,

ἡμεῖς μὲν Δαναοῖσι μαχησόμεθ᾽ αὖθι μένοντες,

καὶ μάλα τειρόμενοί περ: ἀναγκαίη γὰρ ἐπείγει:85

Ἕκτορ ἀτὰρ σὺ πόλιν δὲ μετέρχεο, εἰπὲ δ᾽ ἔπειτα

μητέρι σῇ καὶ ἐμῇ: ἣ δὲ ξυνάγουσα γεραιὰς

νηὸν Ἀθηναίης γλαυκώπιδος ἐν πόλει ἄκρῃ

οἴξασα κληῗδι θύρας ἱεροῖο δόμοιο

πέπλον, ὅς οἱ δοκέει χαριέστατος ἠδὲ μέγιστος90

εἶναι ἐνὶ μεγάρῳ καί οἱ πολὺ φίλτατος αὐτῇ,

θεῖναι Ἀθηναίης ἐπὶ γούνασιν ἠϋκόμοιο,

καί οἱ ὑποσχέσθαι δυοκαίδεκα βοῦς ἐνὶ νηῷ

ἤνις ἠκέστας ἱερευσέμεν, αἴ κ᾽ ἐλεήσῃ

ἄστύ τε καὶ Τρώων ἀλόχους καὶ νήπια τέκνα,95

ὥς κεν Τυδέος υἱὸν ἀπόσχῃ Ἰλίου ἱρῆς

ἄγριον αἰχμητὴν κρατερὸν μήστωρα φόβοιο,

ὃν δὴ ἐγὼ κάρτιστον Ἀχαιῶν φημι γενέσθαι.

οὐδ᾽ Ἀχιλῆά ποθ᾽ ὧδέ γ᾽ ἐδείδιμεν ὄρχαμον ἀνδρῶν,

ὅν πέρ φασι θεᾶς ἐξέμμεναι: ἀλλ᾽ ὅδε λίην100

μαίνεται, οὐδέ τίς οἱ δύναται μένος ἰσοφαρίζειν.

ὣς ἔφαθ᾽, Ἕκτωρ δ᾽ οὔ τι κασιγνήτῳ ἀπίθησεν.

αὐτίκα δ᾽ ἐξ ὀχέων σὺν τεύχεσιν ἆλτο χαμᾶζε,

πάλλων δ᾽ ὀξέα δοῦρα κατὰ στρατὸν ᾤχετο πάντῃ

ὀτρύνων μαχέσασθαι, ἔγειρε δὲ φύλοπιν αἰνήν.105

οἳ δ᾽ ἐλελίχθησαν καὶ ἐναντίοι ἔσταν Ἀχαιῶν:

Ἀργεῖοι δ᾽ ὑπεχώρησαν, λῆξαν δὲ φόνοιο,

φὰν δέ τιν᾽ ἀθανάτων ἐξ οὐρανοῦ ἀστερόεντος

Τρωσὶν ἀλεξήσοντα κατελθέμεν, ὡς ἐλέλιχθεν.

Ἕκτωρ δὲ Τρώεσσιν ἐκέκλετο μακρὸν ἀΰσας:110

Τρῶες ὑπέρθυμοι τηλεκλειτοί τ᾽ ἐπίκουροι

ἀνέρες ἔστε φίλοι, μνήσασθε δὲ θούριδος ἀλκῆς,

ὄφρ᾽ ἂν ἐγὼ βείω προτὶ Ἴλιον, ἠδὲ γέρουσιν

εἴπω βουλευτῇσι καὶ ἡμετέρῃς ἀλόχοισι

δαίμοσιν ἀρήσασθαι, ὑποσχέσθαι δ᾽ ἑκατόμβας.115

extra

article nav

Suggested Citation

Thomas Van Nortwick and Geoffrey Steadman, Homer: Iliad 6 and 22. Carlisle, Pennsylvania: Dickinson College Commentaries, 2018. ISBN: 978-1-947822-11-5. http://dcc.dickinson.edu/homer-iliad/homer-iliad-vi-72-115