Homer /

Thomas Van Nortwick and Geoffrey Steadman

<non>

Homer, Iliad VI 466-502

ὣς εἰπὼν οὗ παιδὸς ὀρέξατο φαίδιμος Ἕκτωρ:

ἂψ δ᾽ ὃ πάϊς πρὸς κόλπον ἐϋζώνοιο τιθήνης

ἐκλίνθη ἰάχων πατρὸς φίλου ὄψιν ἀτυχθεὶς

ταρβήσας χαλκόν τε ἰδὲ λόφον ἱππιοχαίτην,

δεινὸν ἀπ᾽ ἀκροτάτης κόρυθος νεύοντα νοήσας.470

ἐκ δ᾽ ἐγέλασσε πατήρ τε φίλος καὶ πότνια μήτηρ:

αὐτίκ᾽ ἀπὸ κρατὸς κόρυθ᾽ εἵλετο φαίδιμος Ἕκτωρ,

καὶ τὴν μὲν κατέθηκεν ἐπὶ χθονὶ παμφανόωσαν:

αὐτὰρ ὅ γ᾽ ὃν φίλον υἱὸν ἐπεὶ κύσε πῆλέ τε χερσὶν

εἶπε δ᾽ ἐπευξάμενος Διί τ᾽ ἄλλοισίν τε θεοῖσι:475

Ζεῦ ἄλλοι τε θεοὶ δότε δὴ καὶ τόνδε γενέσθαι

παῖδ᾽ ἐμὸν ὡς καὶ ἐγώ περ ἀριπρεπέα Τρώεσσιν,

ὧδε βίην τ᾽ ἀγαθόν, καὶ Ἰλίου ἶφι ἀνάσσειν:

καί ποτέ τις εἴποι πατρός γ᾽ ὅδε πολλὸν ἀμείνων

ἐκ πολέμου ἀνιόντα: φέροι δ᾽ ἔναρα βροτόεντα480

κτείνας δήϊον ἄνδρα, χαρείη δὲ φρένα μήτηρ.

ὣς εἰπὼν ἀλόχοιο φίλης ἐν χερσὶν ἔθηκε

παῖδ᾽ ἑόν: ἣ δ᾽ ἄρα μιν κηώδεϊ δέξατο κόλπῳ

δακρυόεν γελάσασα: πόσις δ᾽ ἐλέησε νοήσας,

χειρί τέ μιν κατέρεξεν ἔπος τ᾽ ἔφατ᾽ ἔκ τ᾽ ὀνόμαζε:485

δαιμονίη μή μοί τι λίην ἀκαχίζεο θυμῷ:

οὐ γάρ τίς μ᾽ ὑπὲρ αἶσαν ἀνὴρ Ἄϊδι προϊάψει:

μοῖραν δ᾽ οὔ τινά φημι πεφυγμένον ἔμμεναι ἀνδρῶν,

οὐ κακὸν οὐδὲ μὲν ἐσθλόν, ἐπὴν τὰ πρῶτα γένηται.

ἀλλ᾽ εἰς οἶκον ἰοῦσα τὰ σ᾽ αὐτῆς ἔργα κόμιζε490

ἱστόν τ᾽ ἠλακάτην τε, καὶ ἀμφιπόλοισι κέλευε

ἔργον ἐποίχεσθαι: πόλεμος δ᾽ ἄνδρεσσι μελήσει

πᾶσι, μάλιστα δ᾽ ἐμοί, τοὶ Ἰλίῳ ἐγγεγάασιν.

ὣς ἄρα φωνήσας κόρυθ᾽ εἵλετο φαίδιμος Ἕκτωρ

ἵππουριν: ἄλοχος δὲ φίλη οἶκον δὲ βεβήκει495

ἐντροπαλιζομένη, θαλερὸν κατὰ δάκρυ χέουσα.

αἶψα δ᾽ ἔπειθ᾽ ἵκανε δόμους εὖ ναιετάοντας

Ἕκτορος ἀνδροφόνοιο, κιχήσατο δ᾽ ἔνδοθι πολλὰς

ἀμφιπόλους, τῇσιν δὲ γόον πάσῃσιν ἐνῶρσεν.

αἳ μὲν ἔτι ζωὸν γόον Ἕκτορα ᾧ ἐνὶ οἴκῳ:500

οὐ γάρ μιν ἔτ᾽ ἔφαντο ὑπότροπον ἐκ πολέμοιο

ἵξεσθαι προφυγόντα μένος καὶ χεῖρας Ἀχαιῶν.

extra

article nav

Suggested Citation

Thomas Van Nortwick and Geoffrey Steadman, Homer: Iliad 6 and 22. Carlisle, Pennsylvania: Dickinson College Commentaries, 2018. ISBN: 978-1-947822-11-5. http://dcc.dickinson.edu/homer-iliad/homer-iliad-vi-466-502