Homer, Iliad VI 414-465

ἤτοι γὰρ πατέρ᾽ ἁμὸν ἀπέκτανε δῖος Ἀχιλλεύς,

ἐκ δὲ πόλιν πέρσεν Κιλίκων εὖ ναιετάουσαν415

Θήβην ὑψίπυλον: κατὰ δ᾽ ἔκτανεν Ἠετίωνα,

οὐδέ μιν ἐξενάριξε, σεβάσσατο γὰρ τό γε θυμῷ,

ἀλλ᾽ ἄρα μιν κατέκηε σὺν ἔντεσι δαιδαλέοισιν

ἠδ᾽ ἐπὶ σῆμ᾽ ἔχεεν: περὶ δὲ πτελέας ἐφύτευσαν

νύμφαι ὀρεστιάδες κοῦραι Διὸς αἰγιόχοιο.420

οἳ δέ μοι ἑπτὰ κασίγνητοι ἔσαν ἐν μεγάροισιν

οἳ μὲν πάντες ἰῷ κίον ἤματι Ἄϊδος εἴσω:

πάντας γὰρ κατέπεφνε ποδάρκης δῖος Ἀχιλλεὺς

βουσὶν ἐπ᾽ εἰλιπόδεσσι καὶ ἀργεννῇς ὀΐεσσι.

μητέρα δ᾽, ἣ βασίλευεν ὑπὸ Πλάκῳ ὑληέσσῃ,425

τὴν ἐπεὶ ἂρ δεῦρ᾽ ἤγαγ᾽ ἅμ᾽ ἄλλοισι κτεάτεσσιν,

ἂψ ὅ γε τὴν ἀπέλυσε λαβὼν ἀπερείσι᾽ ἄποινα,

πατρὸς δ᾽ ἐν μεγάροισι βάλ᾽ Ἄρτεμις ἰοχέαιρα.

Ἕκτορ ἀτὰρ σύ μοί ἐσσι πατὴρ καὶ πότνια μήτηρ

ἠδὲ κασίγνητος, σὺ δέ μοι θαλερὸς παρακοίτης:430

ἀλλ᾽ ἄγε νῦν ἐλέαιρε καὶ αὐτοῦ μίμν᾽ ἐπὶ πύργῳ,

μὴ παῖδ᾽ ὀρφανικὸν θήῃς χήρην τε γυναῖκα:

λαὸν δὲ στῆσον παρ᾽ ἐρινεόν, ἔνθα μάλιστα

ἀμβατός ἐστι πόλις καὶ ἐπίδρομον ἔπλετο τεῖχος.

τρὶς γὰρ τῇ γ᾽ ἐλθόντες ἐπειρήσανθ᾽ οἱ ἄριστοι435

ἀμφ᾽ Αἴαντε δύω καὶ ἀγακλυτὸν Ἰδομενῆα

ἠδ᾽ ἀμφ᾽ Ἀτρεΐδας καὶ Τυδέος ἄλκιμον υἱόν:

ἤ πού τίς σφιν ἔνισπε θεοπροπίων ἐῢ εἰδώς,

ἤ νυ καὶ αὐτῶν θυμὸς ἐποτρύνει καὶ ἀνώγει.

τὴν δ᾽ αὖτε προσέειπε μέγας κορυθαίολος Ἕκτωρ:440

ἦ καὶ ἐμοὶ τάδε πάντα μέλει γύναι: ἀλλὰ μάλ᾽ αἰνῶς

αἰδέομαι Τρῶας καὶ Τρῳάδας ἑλκεσιπέπλους,

αἴ κε κακὸς ὣς νόσφιν ἀλυσκάζω πολέμοιο:

οὐδέ με θυμὸς ἄνωγεν, ἐπεὶ μάθον ἔμμεναι ἐσθλὸς

αἰεὶ καὶ πρώτοισι μετὰ Τρώεσσι μάχεσθαι445

ἀρνύμενος πατρός τε μέγα κλέος ἠδ᾽ ἐμὸν αὐτοῦ.

εὖ γὰρ ἐγὼ τόδε οἶδα κατὰ φρένα καὶ κατὰ θυμόν:

ἔσσεται ἦμαρ ὅτ᾽ ἄν ποτ᾽ ὀλώλῃ Ἴλιος ἱρὴ

καὶ Πρίαμος καὶ λαὸς ἐϋμμελίω Πριάμοιο.

ἀλλ᾽ οὔ μοι Τρώων τόσσον μέλει ἄλγος ὀπίσσω,450

οὔτ᾽ αὐτῆς Ἑκάβης οὔτε Πριάμοιο ἄνακτος

οὔτε κασιγνήτων, οἵ κεν πολέες τε καὶ ἐσθλοὶ

ἐν κονίῃσι πέσοιεν ὑπ᾽ ἀνδράσι δυσμενέεσσιν,

ὅσσον σεῦ, ὅτε κέν τις Ἀχαιῶν χαλκοχιτώνων

δακρυόεσσαν ἄγηται ἐλεύθερον ἦμαρ ἀπούρας:455

καί κεν ἐν Ἄργει ἐοῦσα πρὸς ἄλλης ἱστὸν ὑφαίνοις,

καί κεν ὕδωρ φορέοις Μεσσηΐδος ἢ Ὑπερείης

πόλλ᾽ ἀεκαζομένη, κρατερὴ δ᾽ ἐπικείσετ᾽ ἀνάγκη:

καί ποτέ τις εἴπῃσιν ἰδὼν κατὰ δάκρυ χέουσαν:

Ἕκτορος ἥδε γυνὴ ὃς ἀριστεύεσκε μάχεσθαι460

Τρώων ἱπποδάμων ὅτε Ἴλιον ἀμφεμάχοντο.

ὥς ποτέ τις ἐρέει: σοὶ δ᾽ αὖ νέον ἔσσεται ἄλγος

χήτεϊ τοιοῦδ᾽ ἀνδρὸς ἀμύνειν δούλιον ἦμαρ.

ἀλλά με τεθνηῶτα χυτὴ κατὰ γαῖα καλύπτοι

πρίν γέ τι σῆς τε βοῆς σοῦ θ᾽ ἑλκηθμοῖο πυθέσθαι.465

extra

article nav

Suggested Citation

Thomas Van Nortwick and Geoffrey Steadman, Homer: Iliad 6 and 22. Carlisle, Pennsylvania: Dickinson College Commentaries, 2018. ISBN: 978-1-947822-11-5. http://dcc.dickinson.edu/homer-iliad/homer-iliad-vi-414-465