Homer, Iliad VI 1-36

Τρώων δ᾽ οἰώθη καὶ Ἀχαιῶν φύλοπις αἰνή:

πολλὰ δ᾽ ἄρ᾽ ἔνθα καὶ ἔνθ᾽ ἴθυσε μάχη πεδίοιο

ἀλλήλων ἰθυνομένων χαλκήρεα δοῦρα

μεσσηγὺς Σιμόεντος ἰδὲ Ξάνθοιο ῥοάων.

5

Αἴας δὲ πρῶτος Τελαμώνιος ἕρκος Ἀχαιῶν

Τρώων ῥῆξε φάλαγγα, φόως δ᾽ ἑτάροισιν ἔθηκεν,

ἄνδρα βαλὼν ὃς ἄριστος ἐνὶ Θρῄκεσσι τέτυκτο

υἱὸν Ἐϋσσώρου Ἀκάμαντ᾽ ἠΰν τε μέγαν τε.

τόν ῥ᾽ ἔβαλε πρῶτος κόρυθος φάλον ἱπποδασείης,

ἐν δὲ μετώπῳ πῆξε, πέρησε δ᾽ ἄρ᾽ ὀστέον εἴσω10

αἰχμὴ χαλκείη: τὸν δὲ σκότος ὄσσε κάλυψεν.

Ἄξυλον δ᾽ ἄρ᾽ ἔπεφνε βοὴν ἀγαθὸς Διομήδης

Τευθρανίδην, ὃς ἔναιεν ἐϋκτιμένῃ ἐν Ἀρίσβῃ

ἀφνειὸς βιότοιο, φίλος δ᾽ ἦν ἀνθρώποισι.

πάντας γὰρ φιλέεσκεν ὁδῷ ἔπι οἰκία ναίων.15

ἀλλά οἱ οὔ τις τῶν γε τότ᾽ ἤρκεσε λυγρὸν ὄλεθρον

πρόσθεν ὑπαντιάσας, ἀλλ᾽ ἄμφω θυμὸν ἀπηύρα

αὐτὸν καὶ θεράποντα Καλήσιον, ὅς ῥα τόθ᾽ ἵππων

ἔσκεν ὑφηνίοχος: τὼ δ᾽ ἄμφω γαῖαν ἐδύτην.

20

Δρῆσον δ᾽ Εὐρύαλος καὶ Ὀφέλτιον ἐξενάριξε:

βῆ δὲ μετ᾽ Αἴσηπον καὶ Πήδασον, οὕς ποτε νύμφη

νηῒς Ἀβαρβαρέη τέκ᾽ ἀμύμονι Βουκολίωνι.

Βουκολίων δ᾽ ἦν υἱὸς ἀγαυοῦ Λαομέδοντος

πρεσβύτατος γενεῇ, σκότιον δέ ἑ γείνατο μήτηρ:

ποιμαίνων δ᾽ ἐπ᾽ ὄεσσι μίγη φιλότητι καὶ εὐνῇ,25

ἣ δ᾽ ὑποκυσαμένη διδυμάονε γείνατο παῖδε.

καὶ μὲν τῶν ὑπέλυσε μένος καὶ φαίδιμα γυῖα

Μηκιστηϊάδης καὶ ἀπ᾽ ὤμων τεύχε᾽ ἐσύλα.

Ἀστύαλον δ᾽ ἄρ᾽ ἔπεφνε μενεπτόλεμος Πολυποίτης:

Πιδύτην δ᾽ Ὀδυσεὺς Περκώσιον ἐξενάριξεν30

ἔγχεϊ χαλκείῳ, Τεῦκρος δ᾽ Ἀρετάονα δῖον.

Ἀντίλοχος δ᾽ Ἄβληρον ἐνήρατο δουρὶ φαεινῷ

Νεστορίδης, Ἔλατον δὲ ἄναξ ἀνδρῶν Ἀγαμέμνων:

ναῖε δὲ Σατνιόεντος ἐϋρρείταο παρ᾽ ὄχθας

Πήδασον αἰπεινήν. Φύλακον δ᾽ ἕλε Λήϊτος ἥρως35

φεύγοντ᾽: Εὐρύπυλος δὲ Μελάνθιον ἐξενάριξεν.

extra

article nav

Suggested Citation

Thomas Van Nortwick and Geoffrey Steadman, Homer: Iliad 6 and 22. Carlisle, Pennsylvania: Dickinson College Commentaries, 2018. ISBN: 978-1-947822-11-5. http://dcc.dickinson.edu/homer-iliad/homer-iliad-vi-1-36