Homer /

Thomas Van Nortwick and Geoffrey Steadman

<non>

Homer, Iliad VI 156-190

τῷ δὲ θεοὶ κάλλός τε καὶ ἠνορέην ἐρατεινὴν

ὤπασαν: αὐτάρ οἱ Προῖτος κακὰ μήσατο θυμῷ,

ὅς ῥ᾽ ἐκ δήμου ἔλασσεν, ἐπεὶ πολὺ φέρτερος ἦεν,

Ἀργείων: Ζεὺς γάρ οἱ ὑπὸ σκήπτρῳ ἐδάμασσε.

τῷ δὲ γυνὴ Προίτου ἐπεμήνατο δῖ᾽ Ἄντεια160

κρυπταδίῃ φιλότητι μιγήμεναι: ἀλλὰ τὸν οὔ τι

πεῖθ᾽ ἀγαθὰ φρονέοντα δαΐφρονα Βελλεροφόντην.

ἣ δὲ ψευσαμένη Προῖτον βασιλῆα προσηύδα:

τεθναίης ὦ Προῖτ᾽, ἢ κάκτανε Βελλεροφόντην,

ὅς μ᾽ ἔθελεν φιλότητι μιγήμεναι οὐκ ἐθελούσῃ.165

ὣς φάτο, τὸν δὲ ἄνακτα χόλος λάβεν οἷον ἄκουσε:

κτεῖναι μέν ῥ᾽ ἀλέεινε, σεβάσσατο γὰρ τό γε θυμῷ,

πέμπε δέ μιν Λυκίην δέ, πόρεν δ᾽ ὅ γε σήματα λυγρὰ

γράψας ἐν πίνακι πτυκτῷ θυμοφθόρα πολλά,

δεῖξαι δ᾽ ἠνώγειν ᾧ πενθερῷ ὄφρ᾽ ἀπόλοιτο.170

αὐτὰρ ὁ βῆ Λυκίην δὲ θεῶν ὑπ᾽ ἀμύμονι πομπῇ.

ἀλλ᾽ ὅτε δὴ Λυκίην ἷξε Ξάνθόν τε ῥέοντα,

προφρονέως μιν τῖεν ἄναξ Λυκίης εὐρείης:

ἐννῆμαρ ξείνισσε καὶ ἐννέα βοῦς ἱέρευσεν.

ἀλλ᾽ ὅτε δὴ δεκάτη ἐφάνη ῥοδοδάκτυλος Ἠὼς175

καὶ τότε μιν ἐρέεινε καὶ ᾔτεε σῆμα ἰδέσθαι

ὅττί ῥά οἱ γαμβροῖο πάρα Προίτοιο φέροιτο.

αὐτὰρ ἐπεὶ δὴ σῆμα κακὸν παρεδέξατο γαμβροῦ,

πρῶτον μέν ῥα Χίμαιραν ἀμαιμακέτην ἐκέλευσε

πεφνέμεν: ἣ δ᾽ ἄρ᾽ ἔην θεῖον γένος οὐδ᾽ ἀνθρώπων,180

πρόσθε λέων, ὄπιθεν δὲ δράκων, μέσση δὲ χίμαιρα,

δεινὸν ἀποπνείουσα πυρὸς μένος αἰθομένοιο,

καὶ τὴν μὲν κατέπεφνε θεῶν τεράεσσι πιθήσας.

δεύτερον αὖ Σολύμοισι μαχέσσατο κυδαλίμοισι:

καρτίστην δὴ τήν γε μάχην φάτο δύμεναι ἀνδρῶν.185

τὸ τρίτον αὖ κατέπεφνεν Ἀμαζόνας ἀντιανείρας.

τῷ δ᾽ ἄρ᾽ ἀνερχομένῳ πυκινὸν δόλον ἄλλον ὕφαινε:

κρίνας ἐκ Λυκίης εὐρείης φῶτας ἀρίστους

εἷσε λόχον: τοὶ δ᾽ οὔ τι πάλιν οἶκον δὲ νέοντο:

πάντας γὰρ κατέπεφνεν ἀμύμων Βελλεροφόντης.190

extra

article nav

Suggested Citation

Thomas Van Nortwick and Geoffrey Steadman, Homer: Iliad 6 and 22. Carlisle, Pennsylvania: Dickinson College Commentaries, 2018. ISBN: 978-1-947822-11-5. http://dcc.dickinson.edu/homer-iliad/homer-iliad-vi-156-190