Homer, Iliad VI 37-71

Ἄδρηστον δ᾽ ἄρ᾽ ἔπειτα βοὴν ἀγαθὸς Μενέλαος

ζωὸν ἕλ᾽: ἵππω γάρ οἱ ἀτυζομένω πεδίοιο

ὄζῳ ἔνι βλαφθέντε μυρικίνῳ ἀγκύλον ἅρμα

ἄξαντ᾽ ἐν πρώτῳ ῥυμῷ αὐτὼ μὲν ἐβήτην40

πρὸς πόλιν, ᾗ περ οἱ ἄλλοι ἀτυζόμενοι φοβέοντο,

αὐτὸς δ᾽ ἐκ δίφροιο παρὰ τροχὸν ἐξεκυλίσθη

πρηνὴς ἐν κονίῃσιν ἐπὶ στόμα: πὰρ δέ οἱ ἔστη

Ἀτρεΐδης Μενέλαος ἔχων δολιχόσκιον ἔγχος.

Ἄδρηστος δ᾽ ἄρ᾽ ἔπειτα λαβὼν ἐλίσσετο γούνων:45

ζώγρει, Ἀτρέος υἱέ, σὺ δ᾽ ἄξια δέξαι ἄποινα:

πολλὰ δ᾽ ἐν ἀφνειοῦ πατρὸς κειμήλια κεῖται

χαλκός τε χρυσός τε πολύκμητός τε σίδηρος,

τῶν κέν τοι χαρίσαιτο πατὴρ ἀπερείσι᾽ ἄποινα

εἴ κεν ἐμὲ ζωὸν πεπύθοιτ᾽ ἐπὶ νηυσὶν Ἀχαιῶν.50

ὣς φάτο, τῷ δ᾽ ἄρα θυμὸν ἐνὶ στήθεσσιν ἔπειθε:

καὶ δή μιν τάχ᾽ ἔμελλε θοὰς ἐπὶ νῆας Ἀχαιῶν

δώσειν ᾧ θεράποντι καταξέμεν: ἀλλ᾽ Ἀγαμέμνων

ἀντίος ἦλθε θέων, καὶ ὁμοκλήσας ἔπος ηὔδα:

ὦ πέπον ὦ Μενέλαε, τί ἢ δὲ σὺ κήδεαι οὕτως55

ἀνδρῶν; ἦ σοὶ ἄριστα πεποίηται κατὰ οἶκον

πρὸς Τρώων; τῶν μή τις ὑπεκφύγοι αἰπὺν ὄλεθρον

χεῖράς θ᾽ ἡμετέρας, μηδ᾽ ὅν τινα γαστέρι μήτηρ

κοῦρον ἐόντα φέροι, μηδ᾽ ὃς φύγοι, ἀλλ᾽ ἅμα πάντες

Ἰλίου ἐξαπολοίατ᾽ ἀκήδεστοι καὶ ἄφαντοι.60

ὣς εἰπὼν ἔτρεψεν ἀδελφειοῦ φρένας ἥρως

αἴσιμα παρειπών: ὃ δ᾽ ἀπὸ ἕθεν ὤσατο χειρὶ

ἥρω᾽ Ἄδρηστον: τὸν δὲ κρείων Ἀγαμέμνων

οὖτα κατὰ λαπάρην: ὃ δ᾽ ἀνετράπετ᾽, Ἀτρεΐδης δὲ

λὰξ ἐν στήθεσι βὰς ἐξέσπασε μείλινον ἔγχος.65

Νέστωρ δ᾽ Ἀργείοισιν ἐκέκλετο μακρὸν ἀΰσας:

ὦ φίλοι ἥρωες Δαναοὶ θεράποντες Ἄρηος

μή τις νῦν ἐνάρων ἐπιβαλλόμενος μετόπισθε

μιμνέτω ὥς κε πλεῖστα φέρων ἐπὶ νῆας ἵκηται,

ἀλλ᾽ ἄνδρας κτείνωμεν: ἔπειτα δὲ καὶ τὰ ἕκηλοι70

νεκροὺς ἂμ πεδίον συλήσετε τεθνηῶτας.

extra

article nav

Suggested Citation

Thomas Van Nortwick and Geoffrey Steadman, Homer: Iliad 6 and 22. Carlisle, Pennsylvania: Dickinson College Commentaries, 2018. ISBN: 978-1-947822-11-5. http://dcc.dickinson.edu/homer-iliad/homer-iliad-vi-37-71