Homer, Iliad XXII 1-37

ὣς οἳ μὲν κατὰ ἄστυ πεφυζότες ἠΰτε νεβροὶ

ἱδρῶ ἀπεψύχοντο πίον τ᾽ ἀκέοντό τε δίψαν

κεκλιμένοι καλῇσιν ἐπάλξεσιν: αὐτὰρ Ἀχαιοὶ

τείχεος ἆσσον ἴσαν σάκε᾽ ὤμοισι κλίναντες.

Ἕκτορα δ᾽ αὐτοῦ μεῖναι ὀλοιὴ μοῖρα πέδησεν5

Ἰλίου προπάροιθε πυλάων τε Σκαιάων.

αὐτὰρ Πηλείωνα προσηύδα Φοῖβος Ἀπόλλων:

τίπτέ με Πηλέος υἱὲ ποσὶν ταχέεσσι διώκεις

αὐτὸς θνητὸς ἐὼν θεὸν ἄμβροτον; οὐδέ νύ πώ με

ἔγνως ὡς θεός εἰμι, σὺ δ᾽ ἀσπερχὲς μενεαίνεις.10

ἦ νύ τοι οὔ τι μέλει Τρώων πόνος, οὓς ἐφόβησας,

οἳ δή τοι εἰς ἄστυ ἄλεν, σὺ δὲ δεῦρο λιάσθης.

οὐ μέν με κτενέεις, ἐπεὶ οὔ τοι μόρσιμός εἰμι.

τὸν δὲ μέγ᾽ ὀχθήσας προσέφη πόδας ὠκὺς Ἀχιλλεύς:

ἔβλαψάς μ᾽ ἑκάεργε θεῶν ὀλοώτατε πάντων15

ἐνθάδε νῦν τρέψας ἀπὸ τείχεος: ἦ κ᾽ ἔτι πολλοὶ

γαῖαν ὀδὰξ εἷλον πρὶν Ἴλιον εἰσαφικέσθαι.

νῦν δ᾽ ἐμὲ μὲν μέγα κῦδος ἀφείλεο, τοὺς δὲ σάωσας

ῥηϊδίως, ἐπεὶ οὔ τι τίσιν γ᾽ ἔδεισας ὀπίσσω.

ἦ σ᾽ ἂν τισαίμην, εἴ μοι δύναμίς γε παρείη.20

ὣς εἰπὼν προτὶ ἄστυ μέγα φρονέων ἐβεβήκει,

σευάμενος ὥς θ᾽ ἵππος ἀεθλοφόρος σὺν ὄχεσφιν,

ὅς ῥά τε ῥεῖα θέῃσι τιταινόμενος πεδίοιο:

ὣς Ἀχιλεὺς λαιψηρὰ πόδας καὶ γούνατ᾽ ἐνώμα.

25

τὸν δ᾽ ὃ γέρων Πρίαμος πρῶτος ἴδεν ὀφθαλμοῖσι

παμφαίνονθ᾽ ὥς τ᾽ ἀστέρ᾽ ἐπεσσύμενον πεδίοιο,

ὅς ῥά τ᾽ ὀπώρης εἶσιν, ἀρίζηλοι δέ οἱ αὐγαὶ

φαίνονται πολλοῖσι μετ᾽ ἀστράσι νυκτὸς ἀμολγῷ,

ὅν τε κύν᾽ Ὠρίωνος ἐπίκλησιν καλέουσι.

λαμπρότατος μὲν ὅ γ᾽ ἐστί, κακὸν δέ τε σῆμα τέτυκται,30

καί τε φέρει πολλὸν πυρετὸν δειλοῖσι βροτοῖσιν:

ὣς τοῦ χαλκὸς ἔλαμπε περὶ στήθεσσι θέοντος.

ᾤμωξεν δ᾽ ὃ γέρων, κεφαλὴν δ᾽ ὅ γε κόψατο χερσὶν

ὑψόσ᾽ ἀνασχόμενος, μέγα δ᾽ οἰμώξας ἐγεγώνει

λισσόμενος φίλον υἱόν: ὃ δὲ προπάροιθε πυλάων35

ἑστήκει ἄμοτον μεμαὼς Ἀχιλῆϊ μάχεσθαι:

τὸν δ᾽ ὃ γέρων ἐλεεινὰ προσηύδα χεῖρας ὀρεγνύς:

extra

article nav

Suggested Citation

Thomas Van Nortwick and Geoffrey Steadman, Homer: Iliad 6 and 22. Carlisle, Pennsylvania: Dickinson College Commentaries, 2018. ISBN: 978-1-947822-11-5. http://dcc.dickinson.edu/homer-iliad/homer-iliad-xxii-1-37