Homer, Iliad VI 297-331

αἳ δ᾽ ὅτε νηὸν ἵκανον Ἀθήνης ἐν πόλει ἄκρῃ,

τῇσι θύρας ὤϊξε Θεανὼ καλλιπάρῃος

Κισσηῒς ἄλοχος Ἀντήνορος ἱπποδάμοιο:

τὴν γὰρ Τρῶες ἔθηκαν Ἀθηναίης ἱέρειαν.300

αἳ δ᾽ ὀλολυγῇ πᾶσαι Ἀθήνῃ χεῖρας ἀνέσχον:

ἣ δ᾽ ἄρα πέπλον ἑλοῦσα Θεανὼ καλλιπάρῃος

θῆκεν Ἀθηναίης ἐπὶ γούνασιν ἠϋκόμοιο,

εὐχομένη δ᾽ ἠρᾶτο Διὸς κούρῃ μεγάλοιο:

πότνι᾽ Ἀθηναίη ἐρυσίπτολι δῖα θεάων305

ἆξον δὴ ἔγχος Διομήδεος, ἠδὲ καὶ αὐτὸν

πρηνέα δὸς πεσέειν Σκαιῶν προπάροιθε πυλάων,

ὄφρά τοι αὐτίκα νῦν δυοκαίδεκα βοῦς ἐνὶ νηῷ

ἤνις ἠκέστας ἱερεύσομεν, αἴ κ᾽ ἐλεήσῃς

ἄστύ τε καὶ Τρώων ἀλόχους καὶ νήπια τέκνα.310

ὣς ἔφατ᾽ εὐχομένη, ἀνένευε δὲ Παλλὰς Ἀθήνη.

ὣς αἳ μέν ῥ᾽ εὔχοντο Διὸς κούρῃ μεγάλοιο,

Ἕκτωρ δὲ πρὸς δώματ᾽ Ἀλεξάνδροιο βεβήκει

καλά, τά ῥ᾽ αὐτὸς ἔτευξε σὺν ἀνδράσιν οἳ τότ᾽ ἄριστοι

ἦσαν ἐνὶ Τροίῃ ἐριβώλακι τέκτονες ἄνδρες,315

οἵ οἱ ἐποίησαν θάλαμον καὶ δῶμα καὶ αὐλὴν

ἐγγύθι τε Πριάμοιο καὶ Ἕκτορος ἐν πόλει ἄκρῃ.

ἔνθ᾽ Ἕκτωρ εἰσῆλθε Διῒ φίλος, ἐν δ᾽ ἄρα χειρὶ

ἔγχος ἔχ᾽ ἑνδεκάπηχυ: πάροιθε δὲ λάμπετο δουρὸς

αἰχμὴ χαλκείη, περὶ δὲ χρύσεος θέε πόρκης.320

τὸν δ᾽ εὗρ᾽ ἐν θαλάμῳ περικαλλέα τεύχε᾽ ἕποντα

ἀσπίδα καὶ θώρηκα, καὶ ἀγκύλα τόξ᾽ ἁφόωντα:

Ἀργείη δ᾽ Ἑλένη μετ᾽ ἄρα δμῳῇσι γυναιξὶν

ἧστο καὶ ἀμφιπόλοισι περικλυτὰ ἔργα κέλευε.

τὸν δ᾽ Ἕκτωρ νείκεσσεν ἰδὼν αἰσχροῖς ἐπέεσσι:325

δαιμόνι᾽ οὐ μὲν καλὰ χόλον τόνδ᾽ ἔνθεο θυμῷ,

λαοὶ μὲν φθινύθουσι περὶ πτόλιν αἰπύ τε τεῖχος

μαρνάμενοι: σέο δ᾽ εἵνεκ᾽ ἀϋτή τε πτόλεμός τε

ἄστυ τόδ᾽ ἀμφιδέδηε: σὺ δ᾽ ἂν μαχέσαιο καὶ ἄλλῳ,

ὅν τινά που μεθιέντα ἴδοις στυγεροῦ πολέμοιο.330

ἀλλ᾽ ἄνα μὴ τάχα ἄστυ πυρὸς δηΐοιο θέρηται.

extra

article nav

Suggested Citation

Thomas Van Nortwick and Geoffrey Steadman, Homer: Iliad 6 and 22. Carlisle, Pennsylvania: Dickinson College Commentaries, 2018. ISBN: 978-1-947822-11-5. http://dcc.dickinson.edu/homer-iliad/homer-iliad-vi-297-331