Homer, Iliad VI 369-413

ὣς ἄρα φωνήσας ἀπέβη κορυθαίολος Ἕκτωρ:

αἶψα δ᾽ ἔπειθ᾽ ἵκανε δόμους εὖ ναιετάοντας,370

οὐδ᾽ εὗρ᾽ Ἀνδρομάχην λευκώλενον ἐν μεγάροισιν,

ἀλλ᾽ ἥ γε ξὺν παιδὶ καὶ ἀμφιπόλῳ ἐϋπέπλῳ

πύργῳ ἐφεστήκει γοόωσά τε μυρομένη τε.

Ἕκτωρ δ᾽ ὡς οὐκ ἔνδον ἀμύμονα τέτμεν ἄκοιτιν

ἔστη ἐπ᾽ οὐδὸν ἰών, μετὰ δὲ δμῳῇσιν ἔειπεν:375

εἰ δ᾽ ἄγε μοι δμῳαὶ νημερτέα μυθήσασθε:

πῇ ἔβη Ἀνδρομάχη λευκώλενος ἐκ μεγάροιο;

ἠέ πῃ ἐς γαλόων ἢ εἰνατέρων ἐϋπέπλων

ἢ ἐς Ἀθηναίης ἐξοίχεται, ἔνθά περ ἄλλαι

Τρῳαὶ ἐϋπλόκαμοι δεινὴν θεὸν ἱλάσκονται;380

τὸν δ᾽ αὖτ᾽ ὀτρηρὴ ταμίη πρὸς μῦθον ἔειπεν:

Ἕκτορ ἐπεὶ μάλ᾽ ἄνωγας ἀληθέα μυθήσασθαι,

οὔτέ πῃ ἐς γαλόων οὔτ᾽ εἰνατέρων ἐϋπέπλων

οὔτ᾽ ἐς Ἀθηναίης ἐξοίχεται, ἔνθά περ ἄλλαι

Τρῳαὶ ἐϋπλόκαμοι δεινὴν θεὸν ἱλάσκονται,385

ἀλλ᾽ ἐπὶ πύργον ἔβη μέγαν Ἰλίου, οὕνεκ᾽ ἄκουσε

τείρεσθαι Τρῶας, μέγα δὲ κράτος εἶναι Ἀχαιῶν.

ἣ μὲν δὴ πρὸς τεῖχος ἐπειγομένη ἀφικάνει

μαινομένῃ ἐϊκυῖα: φέρει δ᾽ ἅμα παῖδα τιθήνη.

390

ἦ ῥα γυνὴ ταμίη, ὃ δ᾽ ἀπέσσυτο δώματος Ἕκτωρ

τὴν αὐτὴν ὁδὸν αὖτις ἐϋκτιμένας κατ᾽ ἀγυιάς.

εὖτε πύλας ἵκανε διερχόμενος μέγα ἄστυ

Σκαιάς, τῇ ἄρ᾽ ἔμελλε διεξίμεναι πεδίον δέ,

ἔνθ᾽ ἄλοχος πολύδωρος ἐναντίη ἦλθε θέουσα

Ἀνδρομάχη θυγάτηρ μεγαλήτορος Ἠετίωνος,395

Ἠετίων ὃς ἔναιεν ὑπὸ Πλάκῳ ὑληέσσῃ

Θήβῃ Ὑποπλακίῃ Κιλίκεσσ᾽ ἄνδρεσσιν ἀνάσσων:

τοῦ περ δὴ θυγάτηρ ἔχεθ᾽ Ἕκτορι χαλκοκορυστῇ.

ἥ οἱ ἔπειτ᾽ ἤντησ᾽, ἅμα δ᾽ ἀμφίπολος κίεν αὐτῇ

παῖδ᾽ ἐπὶ κόλπῳ ἔχουσ᾽ ἀταλάφρονα νήπιον αὔτως400

Ἑκτορίδην ἀγαπητὸν ἀλίγκιον ἀστέρι καλῷ,

τόν ῥ᾽ Ἕκτωρ καλέεσκε Σκαμάνδριον, αὐτὰρ οἱ ἄλλοι

Ἀστυάνακτ᾽: οἶος γὰρ ἐρύετο Ἴλιον Ἕκτωρ.

ἤτοι ὃ μὲν μείδησεν ἰδὼν ἐς παῖδα σιωπῇ:

Ἀνδρομάχη δέ οἱ ἄγχι παρίστατο δάκρυ χέουσα,405

ἔν τ᾽ ἄρα οἱ φῦ χειρὶ ἔπος τ᾽ ἔφατ᾽ ἔκ τ᾽ ὀνόμαζε:

δαιμόνιε φθίσει σε τὸ σὸν μένος, οὐδ᾽ ἐλεαίρεις

παῖδά τε νηπίαχον καὶ ἔμ᾽ ἄμμορον, ἣ τάχα χήρη

σεῦ ἔσομαι: τάχα γάρ σε κατακτανέουσιν Ἀχαιοὶ

πάντες ἐφορμηθέντες: ἐμοὶ δέ κε κέρδιον εἴη410

σεῦ ἀφαμαρτούσῃ χθόνα δύμεναι: οὐ γὰρ ἔτ᾽ ἄλλη

ἔσται θαλπωρὴ ἐπεὶ ἂν σύ γε πότμον ἐπίσπῃς

ἀλλ᾽ ἄχε᾽: οὐδέ μοι ἔστι πατὴρ καὶ πότνια μήτηρ.

extra

article nav

Suggested Citation

Thomas Van Nortwick and Geoffrey Steadman, Homer: Iliad 6 and 22. Carlisle, Pennsylvania: Dickinson College Commentaries, 2018. ISBN: 978-1-947822-11-5. http://dcc.dickinson.edu/homer-iliad/homer-iliad-vi-369-413