Homer, Iliad VI 503-529

οὐδὲ Πάρις δήθυνεν ἐν ὑψηλοῖσι δόμοισιν,

ἀλλ᾽ ὅ γ᾽, ἐπεὶ κατέδυ κλυτὰ τεύχεα ποικίλα χαλκῷ,

σεύατ᾽ ἔπειτ᾽ ἀνὰ ἄστυ ποσὶ κραιπνοῖσι πεποιθώς.505

ὡς δ᾽ ὅτε τις στατὸς ἵππος ἀκοστήσας ἐπὶ φάτνῃ

δεσμὸν ἀπορρήξας θείῃ πεδίοιο κροαίνων

εἰωθὼς λούεσθαι ἐϋρρεῖος ποταμοῖο

κυδιόων: ὑψοῦ δὲ κάρη ἔχει, ἀμφὶ δὲ χαῖται

ὤμοις ἀΐσσονται: ὃ δ᾽ ἀγλαΐηφι πεποιθὼς510

ῥίμφά ἑ γοῦνα φέρει μετά τ᾽ ἤθεα καὶ νομὸν ἵππων:

ὣς υἱὸς Πριάμοιο Πάρις κατὰ Περγάμου ἄκρης

τεύχεσι παμφαίνων ὥς τ᾽ ἠλέκτωρ ἐβεβήκει

καγχαλόων, ταχέες δὲ πόδες φέρον: αἶψα δ᾽ ἔπειτα

Ἕκτορα δῖον ἔτετμεν ἀδελφεὸν εὖτ᾽ ἄρ᾽ ἔμελλε515

στρέψεσθ᾽ ἐκ χώρης ὅθι ᾗ ὀάριζε γυναικί.

τὸν πρότερος προσέειπεν Ἀλέξανδρος θεοειδής:

ἠθεῖ᾽ ἦ μάλα δή σε καὶ ἐσσύμενον κατερύκω

δηθύνων, οὐδ᾽ ἦλθον ἐναίσιμον ὡς ἐκέλευες;

520

τὸν δ᾽ ἀπαμειβόμενος προσέφη κορυθαίολος Ἕκτωρ:

δαιμόνι᾽ οὐκ ἄν τίς τοι ἀνὴρ ὃς ἐναίσιμος εἴη

ἔργον ἀτιμήσειε μάχης, ἐπεὶ ἄλκιμός ἐσσι:

ἀλλὰ ἑκὼν μεθιεῖς τε καὶ οὐκ ἐθέλεις: τὸ δ᾽ ἐμὸν κῆρ

ἄχνυται ἐν θυμῷ, ὅθ᾽ ὑπὲρ σέθεν αἴσχε᾽ ἀκούω

πρὸς Τρώων, οἳ ἔχουσι πολὺν πόνον εἵνεκα σεῖο.525

ἀλλ᾽ ἴομεν: τὰ δ᾽ ὄπισθεν ἀρεσσόμεθ᾽, αἴ κέ ποθι Ζεὺς

δώῃ ἐπουρανίοισι θεοῖς αἰειγενέτῃσι

κρητῆρα στήσασθαι ἐλεύθερον ἐν μεγάροισιν

ἐκ Τροίης ἐλάσαντας ἐϋκνήμιδας Ἀχαιούς.

extra

article nav

Suggested Citation

Thomas Van Nortwick and Geoffrey Steadman, Homer: Iliad 6 and 22. Carlisle, Pennsylvania: Dickinson College Commentaries, 2018. ISBN: 978-1-947822-11-5. http://dcc.dickinson.edu/homer-iliad/homer-iliad-vi-503-529