Homer /

Thomas Van Nortwick and Geoffrey Steadman

<non>

Homer, Iliad VI 332-368

τὸν δ᾽ αὖτε προσέειπεν Ἀλέξανδρος θεοειδής:

Ἕκτορ ἐπεί με κατ᾽ αἶσαν ἐνείκεσας οὐδ᾽ ὑπὲρ αἶσαν,

τοὔνεκά τοι ἐρέω: σὺ δὲ σύνθεο καί μευ ἄκουσον:

οὔ τοι ἐγὼ Τρώων τόσσον χόλῳ οὐδὲ νεμέσσι335

ἥμην ἐν θαλάμῳ, ἔθελον δ᾽ ἄχεϊ προτραπέσθαι.

νῦν δέ με παρειποῦσ᾽ ἄλοχος μαλακοῖς ἐπέεσσιν

ὅρμησ᾽ ἐς πόλεμον: δοκέει δέ μοι ὧδε καὶ αὐτῷ

λώϊον ἔσσεσθαι: νίκη δ᾽ ἐπαμείβεται ἄνδρας.

ἀλλ᾽ ἄγε νῦν ἐπίμεινον, Ἀρήϊα τεύχεα δύω:340

ἢ ἴθ᾽, ἐγὼ δὲ μέτειμι: κιχήσεσθαι δέ σ᾽ ὀΐω.

ὣς φάτο, τὸν δ᾽ οὔ τι προσέφη κορυθαίολος Ἕκτωρ:

τὸν δ᾽ Ἑλένη μύθοισι προσηύδα μειλιχίοισι:

δᾶερ ἐμεῖο κυνὸς κακομηχάνου ὀκρυοέσσης,

ὥς μ᾽ ὄφελ᾽ ἤματι τῷ ὅτε με πρῶτον τέκε μήτηρ345

οἴχεσθαι προφέρουσα κακὴ ἀνέμοιο θύελλα

εἰς ὄρος ἢ εἰς κῦμα πολυφλοίσβοιο θαλάσσης,

ἔνθά με κῦμ᾽ ἀπόερσε πάρος τάδε ἔργα γενέσθαι.

αὐτὰρ ἐπεὶ τάδε γ᾽ ὧδε θεοὶ κακὰ τεκμήραντο,

ἀνδρὸς ἔπειτ᾽ ὤφελλον ἀμείνονος εἶναι ἄκοιτις,350

ὃς ᾔδη νέμεσίν τε καὶ αἴσχεα πόλλ᾽ ἀνθρώπων.

τούτῳ δ᾽ οὔτ᾽ ἂρ νῦν φρένες ἔμπεδοι οὔτ᾽ ἄρ᾽ ὀπίσσω

ἔσσονται: τὼ καί μιν ἐπαυρήσεσθαι ὀΐω.

ἀλλ᾽ ἄγε νῦν εἴσελθε καὶ ἕζεο τῷδ᾽ ἐπὶ δίφρῳ

δᾶερ, ἐπεί σε μάλιστα πόνος φρένας ἀμφιβέβηκεν355

εἵνεκ᾽ ἐμεῖο κυνὸς καὶ Ἀλεξάνδρου ἕνεκ᾽ ἄτης,

οἷσιν ἐπὶ Ζεὺς θῆκε κακὸν μόρον, ὡς καὶ ὀπίσσω

ἀνθρώποισι πελώμεθ᾽ ἀοίδιμοι ἐσσομένοισι.

τὴν δ᾽ ἠμείβετ᾽ ἔπειτα μέγας κορυθαίολος Ἕκτωρ

μή με κάθιζ᾽ Ἑλένη φιλέουσά περ: οὐδέ με πείσεις:360

ἤδη γάρ μοι θυμὸς ἐπέσσυται ὄφρ᾽ ἐπαμύνω

Τρώεσσ᾽, οἳ μέγ᾽ ἐμεῖο ποθὴν ἀπεόντος ἔχουσιν.

ἀλλὰ σύ γ᾽ ὄρνυθι τοῦτον, ἐπειγέσθω δὲ καὶ αὐτός,

ὥς κεν ἔμ᾽ ἔντοσθεν πόλιος καταμάρψῃ ἐόντα.

καὶ γὰρ ἐγὼν οἶκον δὲ ἐλεύσομαι ὄφρα ἴδωμαι365

οἰκῆας ἄλοχόν τε φίλην καὶ νήπιον υἱόν.

οὐ γὰρ οἶδ᾽ εἰ ἔτι σφιν ὑπότροπος ἵξομαι αὖτις,

ἤ ἤδη μ᾽ ὑπὸ χερσὶ θεοὶ δαμόωσιν Ἀχαιῶν.

extra

article nav

Suggested Citation

Thomas Van Nortwick and Geoffrey Steadman, Homer: Iliad 6 and 22. Carlisle, Pennsylvania: Dickinson College Commentaries, 2018. ISBN: 978-1-947822-11-5. http://dcc.dickinson.edu/homer-iliad/homer-iliad-vi-332-368