Homer /

Thomas Van Nortwick and Geoffrey Steadman

<non>

Homer, Iliad VI 263-296

τὴν δ᾽ ἠμείβετ᾽ ἔπειτα μέγας κορυθαίολος Ἕκτωρ:

μή μοι οἶνον ἄειρε μελίφρονα πότνια μῆτερ,

μή μ᾽ ἀπογυιώσῃς μένεος, ἀλκῆς τε λάθωμαι:265

χερσὶ δ᾽ ἀνίπτοισιν Διὶ λείβειν αἴθοπα οἶνον

ἅζομαι: οὐδέ πῃ ἔστι κελαινεφέϊ Κρονίωνι

αἵματι καὶ λύθρῳ πεπαλαγμένον εὐχετάασθαι.

ἀλλὰ σὺ μὲν πρὸς νηὸν Ἀθηναίης ἀγελείης

ἔρχεο σὺν θυέεσσιν ἀολλίσσασα γεραιάς:270

πέπλον δ᾽, ὅς τίς τοι χαριέστατος ἠδὲ μέγιστος

ἔστιν ἐνὶ μεγάρῳ καί τοι πολὺ φίλτατος αὐτῇ,

τὸν θὲς Ἀθηναίης ἐπὶ γούνασιν ἠϋκόμοιο,

καί οἱ ὑποσχέσθαι δυοκαίδεκα βοῦς ἐνὶ νηῷ

ἤνις ἠκέστας ἱερευσέμεν, αἴ κ᾽ ἐλεήσῃ275

ἄστύ τε καὶ Τρώων ἀλόχους καὶ νήπια τέκνα,

αἴ κεν Τυδέος υἱὸν ἀπόσχῃ Ἰλίου ἱρῆς

ἄγριον αἰχμητὴν κρατερὸν μήστωρα φόβοιο.

ἀλλὰ σὺ μὲν πρὸς νηὸν Ἀθηναίης ἀγελείης

ἔρχευ, ἐγὼ δὲ Πάριν μετελεύσομαι ὄφρα καλέσσω280

αἴ κ᾽ ἐθέλῃσ᾽ εἰπόντος ἀκουέμεν: ὥς κέ οἱ αὖθι

γαῖα χάνοι: μέγα γάρ μιν Ὀλύμπιος ἔτρεφε πῆμα

Τρωσί τε καὶ Πριάμῳ μεγαλήτορι τοῖό τε παισίν.

εἰ κεῖνόν γε ἴδοιμι κατελθόντ᾽ Ἄϊδος εἴσω

φαίην κε φρέν᾽ ἀτέρπου ὀϊζύος ἐκλελαθέσθαι.285

ὣς ἔφαθ᾽, ἣ δὲ μολοῦσα ποτὶ μέγαρ᾽ ἀμφιπόλοισι

κέκλετο: ταὶ δ᾽ ἄρ᾽ ἀόλλισσαν κατὰ ἄστυ γεραιάς.

αὐτὴ δ᾽ ἐς θάλαμον κατεβήσετο κηώεντα,

ἔνθ᾽ ἔσάν οἱ πέπλοι παμποίκιλα ἔργα γυναικῶν

Σιδονίων, τὰς αὐτὸς Ἀλέξανδρος θεοειδὴς290

ἤγαγε Σιδονίηθεν ἐπιπλὼς εὐρέα πόντον,

τὴν ὁδὸν ἣν Ἑλένην περ ἀνήγαγεν εὐπατέρειαν:

τῶν ἕν᾽ ἀειραμένη Ἑκάβη φέρε δῶρον Ἀθήνῃ,

ὃς κάλλιστος ἔην ποικίλμασιν ἠδὲ μέγιστος,

ἀστὴρ δ᾽ ὣς ἀπέλαμπεν: ἔκειτο δὲ νείατος ἄλλων.295

βῆ δ᾽ ἰέναι, πολλαὶ δὲ μετεσσεύοντο γεραιαί.

extra

article nav

Suggested Citation

Thomas Van Nortwick and Geoffrey Steadman, Homer: Iliad 6 and 22. Carlisle, Pennsylvania: Dickinson College Commentaries, 2018. ISBN: 978-1-947822-11-5. http://dcc.dickinson.edu/homer-iliad/homer-iliad-vi-263-296