Homer /

Thomas Van Nortwick and Geoffrey Steadman

<non>

Homer, Iliad VI 116-155

ὣς ἄρα φωνήσας ἀπέβη κορυθαίολος Ἕκτωρ:

ἀμφὶ δέ μιν σφυρὰ τύπτε καὶ αὐχένα δέρμα κελαινὸν

ἄντυξ ἣ πυμάτη θέεν ἀσπίδος ὀμφαλοέσσης.

Γλαῦκος δ᾽ Ἱππολόχοιο πάϊς καὶ Τυδέος υἱὸς

ἐς μέσον ἀμφοτέρων συνίτην μεμαῶτε μάχεσθαι.120

οἳ δ᾽ ὅτε δὴ σχεδὸν ἦσαν ἐπ᾽ ἀλλήλοισιν ἰόντε,

τὸν πρότερος προσέειπε βοὴν ἀγαθὸς Διομήδης:

τίς δὲ σύ ἐσσι φέριστε καταθνητῶν ἀνθρώπων;

οὐ μὲν γάρ ποτ᾽ ὄπωπα μάχῃ ἔνι κυδιανείρῃ

τὸ πρίν: ἀτὰρ μὲν νῦν γε πολὺ προβέβηκας ἁπάντων125

σῷ θάρσει, ὅ τ᾽ ἐμὸν δολιχόσκιον ἔγχος ἔμεινας:

δυστήνων δέ τε παῖδες ἐμῷ μένει ἀντιόωσιν.

εἰ δέ τις ἀθανάτων γε κατ᾽ οὐρανοῦ εἰλήλουθας,

οὐκ ἂν ἔγωγε θεοῖσιν ἐπουρανίοισι μαχοίμην.

οὐδὲ γὰρ οὐδὲ Δρύαντος υἱὸς κρατερὸς Λυκόοργος130

δὴν ἦν, ὅς ῥα θεοῖσιν ἐπουρανίοισιν ἔριζεν:

ὅς ποτε μαινομένοιο Διωνύσοιο τιθήνας

σεῦε κατ᾽ ἠγάθεον Νυσήϊον: αἳ δ᾽ ἅμα πᾶσαι

θύσθλα χαμαὶ κατέχευαν ὑπ᾽ ἀνδροφόνοιο Λυκούργου

θεινόμεναι βουπλῆγι: Διώνυσος δὲ φοβηθεὶς135

δύσεθ᾽ ἁλὸς κατὰ κῦμα, Θέτις δ᾽ ὑπεδέξατο κόλπῳ

δειδιότα: κρατερὸς γὰρ ἔχε τρόμος ἀνδρὸς ὁμοκλῇ.

τῷ μὲν ἔπειτ᾽ ὀδύσαντο θεοὶ ῥεῖα ζώοντες,

καί μιν τυφλὸν ἔθηκε Κρόνου πάϊς: οὐδ᾽ ἄρ᾽ ἔτι δὴν

ἦν, ἐπεὶ ἀθανάτοισιν ἀπήχθετο πᾶσι θεοῖσιν:140

οὐδ᾽ ἂν ἐγὼ μακάρεσσι θεοῖς ἐθέλοιμι μάχεσθαι.

εἰ δέ τίς ἐσσι βροτῶν οἳ ἀρούρης καρπὸν ἔδουσιν,

ἆσσον ἴθ᾽ ὥς κεν θᾶσσον ὀλέθρου πείραθ᾽ ἵκηαι.

τὸν δ᾽ αὖθ᾽ Ἱππολόχοιο προσηύδα φαίδιμος υἱός:

Τυδεΐδη μεγάθυμε τί ἢ γενεὴν ἐρεείνεις;145

οἵη περ φύλλων γενεὴ τοίη δὲ καὶ ἀνδρῶν.

φύλλα τὰ μέν τ᾽ ἄνεμος χαμάδις χέει, ἄλλα δέ θ᾽ ὕλη

τηλεθόωσα φύει, ἔαρος δ᾽ ἐπιγίγνεται ὥρη:

ὣς ἀνδρῶν γενεὴ ἣ μὲν φύει ἣ δ᾽ ἀπολήγει.

εἰ δ᾽ ἐθέλεις καὶ ταῦτα δαήμεναι ὄφρ᾽ ἐῢ εἰδῇς150

ἡμετέρην γενεήν, πολλοὶ δέ μιν ἄνδρες ἴσασιν:

ἔστι πόλις Ἐφύρη μυχῷ Ἄργεος ἱπποβότοιο,

ἔνθα δὲ Σίσυφος ἔσκεν, ὃ κέρδιστος γένετ᾽ ἀνδρῶν,

Σίσυφος Αἰολίδης: ὃ δ᾽ ἄρα Γλαῦκον τέκεθ᾽ υἱόν,

αὐτὰρ Γλαῦκος τίκτεν ἀμύμονα Βελλεροφόντην:155

extra

article nav

Suggested Citation

Thomas Van Nortwick and Geoffrey Steadman, Homer: Iliad 6 and 22. Carlisle, Pennsylvania: Dickinson College Commentaries, 2018. ISBN: 978-1-947822-11-5. http://dcc.dickinson.edu/homer-iliad/homer-iliad-vi-116-155