Homer /

Thomas Van Nortwick and Geoffrey Steadman

<non>

Homer, Iliad VI 191-231

ἀλλ᾽ ὅτε δὴ γίγνωσκε θεοῦ γόνον ἠῢν ἐόντα

αὐτοῦ μιν κατέρυκε, δίδου δ᾽ ὅ γε θυγατέρα ἥν,

δῶκε δέ οἱ τιμῆς βασιληΐδος ἥμισυ πάσης:

καὶ μέν οἱ Λύκιοι τέμενος τάμον ἔξοχον ἄλλων

καλὸν φυταλιῆς καὶ ἀρούρης, ὄφρα νέμοιτο.195

ἣ δ᾽ ἔτεκε τρία τέκνα δαΐφρονι Βελλεροφόντῃ

Ἴσανδρόν τε καὶ Ἱππόλοχον καὶ Λαοδάμειαν.

Λαοδαμείῃ μὲν παρελέξατο μητίετα Ζεύς,

ἣ δ᾽ ἔτεκ᾽ ἀντίθεον Σαρπηδόνα χαλκοκορυστήν.

ἀλλ᾽ ὅτε δὴ καὶ κεῖνος ἀπήχθετο πᾶσι θεοῖσιν,200

ἤτοι ὃ κὰπ πεδίον τὸ Ἀλήϊον οἶος ἀλᾶτο

ὃν θυμὸν κατέδων, πάτον ἀνθρώπων ἀλεείνων:

Ἴσανδρον δέ οἱ υἱὸν Ἄρης ἆτος πολέμοιο

μαρνάμενον Σολύμοισι κατέκτανε κυδαλίμοισι:

τὴν δὲ χολωσαμένη χρυσήνιος Ἄρτεμις ἔκτα.205

Ἱππόλοχος δέ μ᾽ ἔτικτε, καὶ ἐκ τοῦ φημι γενέσθαι:

πέμπε δέ μ᾽ ἐς Τροίην, καί μοι μάλα πόλλ᾽ ἐπέτελλεν

αἰὲν ἀριστεύειν καὶ ὑπείροχον ἔμμεναι ἄλλων,

μηδὲ γένος πατέρων αἰσχυνέμεν, οἳ μέγ᾽ ἄριστοι

ἔν τ᾽ Ἐφύρῃ ἐγένοντο καὶ ἐν Λυκίῃ εὐρείῃ.210

ταύτης τοι γενεῆς τε καὶ αἵματος εὔχομαι εἶναι.

ὣς φάτο, γήθησεν δὲ βοὴν ἀγαθὸς Διομήδης:

ἔγχος μὲν κατέπηξεν ἐπὶ χθονὶ πουλυβοτείρῃ,

αὐτὰρ ὃ μειλιχίοισι προσηύδα ποιμένα λαῶν:

ἦ ῥά νύ μοι ξεῖνος πατρώϊός ἐσσι παλαιός:215

Οἰνεὺς γάρ ποτε δῖος ἀμύμονα Βελλεροφόντην

ξείνισ᾽ ἐνὶ μεγάροισιν ἐείκοσιν ἤματ᾽ ἐρύξας:

οἳ δὲ καὶ ἀλλήλοισι πόρον ξεινήϊα καλά:

Οἰνεὺς μὲν ζωστῆρα δίδου φοίνικι φαεινόν,

Βελλεροφόντης δὲ χρύσεον δέπας ἀμφικύπελλον220

καί μιν ἐγὼ κατέλειπον ἰὼν ἐν δώμασ᾽ ἐμοῖσι.

Τυδέα δ᾽ οὐ μέμνημαι, ἐπεί μ᾽ ἔτι τυτθὸν ἐόντα

κάλλιφ᾽, ὅτ᾽ ἐν Θήβῃσιν ἀπώλετο λαὸς Ἀχαιῶν.

τὼ νῦν σοὶ μὲν ἐγὼ ξεῖνος φίλος Ἄργεϊ μέσσῳ

εἰμί, σὺ δ᾽ ἐν Λυκίῃ ὅτε κεν τῶν δῆμον ἵκωμαι.225

ἔγχεα δ᾽ ἀλλήλων ἀλεώμεθα καὶ δι᾽ ὁμίλου:

πολλοὶ μὲν γὰρ ἐμοὶ Τρῶες κλειτοί τ᾽ ἐπίκουροι

κτείνειν ὅν κε θεός γε πόρῃ καὶ ποσσὶ κιχείω,

πολλοὶ δ᾽ αὖ σοὶ Ἀχαιοὶ ἐναιρέμεν ὅν κε δύνηαι.

τεύχεα δ᾽ ἀλλήλοις ἐπαμείψομεν, ὄφρα καὶ οἵδε230

γνῶσιν ὅτι ξεῖνοι πατρώϊοι εὐχόμεθ᾽ εἶναι.

extra

article nav

Suggested Citation

Thomas Van Nortwick and Geoffrey Steadman, Homer: Iliad 6 and 22. Carlisle, Pennsylvania: Dickinson College Commentaries, 2018. ISBN: 978-1-947822-11-5. http://dcc.dickinson.edu/homer-iliad/homer-iliad-vi-191-231