Homer, Iliad XXII 77-110

ἦ ῥ᾽ ὃ γέρων, πολιὰς δ᾽ ἄρ᾽ ἀνὰ τρίχας ἕλκετο χερσὶ

τίλλων ἐκ κεφαλῆς: οὐδ᾽ Ἕκτορι θυμὸν ἔπειθε.

μήτηρ δ᾽ αὖθ᾽ ἑτέρωθεν ὀδύρετο δάκρυ χέουσα

κόλπον ἀνιεμένη, ἑτέρηφι δὲ μαζὸν ἀνέσχε:80

καί μιν δάκρυ χέουσ᾽ ἔπεα πτερόεντα προσηύδα:

Ἕκτορ τέκνον ἐμὸν τάδε τ᾽ αἴδεο καί μ᾽ ἐλέησον

αὐτήν, εἴ ποτέ τοι λαθικηδέα μαζὸν ἐπέσχον:

τῶν μνῆσαι φίλε τέκνον ἄμυνε δὲ δήϊον ἄνδρα

τείχεος ἐντὸς ἐών, μὴ δὲ πρόμος ἵστασο τούτῳ85

σχέτλιος: εἴ περ γάρ σε κατακτάνῃ, οὔ σ᾽ ἔτ᾽ ἔγωγε

κλαύσομαι ἐν λεχέεσσι φίλον θάλος, ὃν τέκον αὐτή,

οὐδ᾽ ἄλοχος πολύδωρος: ἄνευθε δέ σε μέγα νῶϊν

Ἀργείων παρὰ νηυσὶ κύνες ταχέες κατέδονται.

90

ὣς τώ γε κλαίοντε προσαυδήτην φίλον υἱὸν

πολλὰ λισσομένω: οὐδ᾽ Ἕκτορι θυμὸν ἔπειθον,

ἀλλ᾽ ὅ γε μίμν᾽ Ἀχιλῆα πελώριον ἆσσον ἰόντα.

ὡς δὲ δράκων ἐπὶ χειῇ ὀρέστερος ἄνδρα μένῃσι

βεβρωκὼς κακὰ φάρμακ᾽, ἔδυ δέ τέ μιν χόλος αἰνός,

σμερδαλέον δὲ δέδορκεν ἑλισσόμενος περὶ χειῇ:95

ὣς Ἕκτωρ ἄσβεστον ἔχων μένος οὐχ ὑπεχώρει

πύργῳ ἔπι προὔχοντι φαεινὴν ἀσπίδ᾽ ἐρείσας:

ὀχθήσας δ᾽ ἄρα εἶπε πρὸς ὃν μεγαλήτορα θυμόν:

ὤ μοι ἐγών, εἰ μέν κε πύλας καὶ τείχεα δύω,

Πουλυδάμας μοι πρῶτος ἐλεγχείην ἀναθήσει,100

ὅς μ᾽ ἐκέλευε Τρωσὶ ποτὶ πτόλιν ἡγήσασθαι

νύχθ᾽ ὕπο τήνδ᾽ ὀλοὴν ὅτε τ᾽ ὤρετο δῖος Ἀχιλλεύς.

ἀλλ᾽ ἐγὼ οὐ πιθόμην: ἦ τ᾽ ἂν πολὺ κέρδιον ἦεν.

νῦν δ᾽ ἐπεὶ ὤλεσα λαὸν ἀτασθαλίῃσιν ἐμῇσιν,

αἰδέομαι Τρῶας καὶ Τρῳάδας ἑλκεσιπέπλους,105

μή ποτέ τις εἴπῃσι κακώτερος ἄλλος ἐμεῖο:

Ἕκτωρ ἧφι βίηφι πιθήσας ὤλεσε λαόν.

ὣς ἐρέουσιν: ἐμοὶ δὲ τότ᾽ ἂν πολὺ κέρδιον εἴη

ἄντην ἢ Ἀχιλῆα κατακτείναντα νέεσθαι,

ἠέ κεν αὐτῷ ὀλέσθαι ἐϋκλειῶς πρὸ πόληος.110

extra

article nav

Suggested Citation

Thomas Van Nortwick and Geoffrey Steadman, Homer: Iliad 6 and 22. Carlisle, Pennsylvania: Dickinson College Commentaries, 2018. ISBN: 978-1-947822-11-5. http://dcc.dickinson.edu/homer-iliad/homer-iliad-xxii-77-110