ἡ μὲν ἄρʼ ὣς ἀγόρευε μετὰ δμῳῇσι γυναιξίν,505

ἡμένη ἐν θαλάμῳ· ὁ δʼ ἐδείπνεε δῖος Ὀδυσσεύς·

ἡ δʼ ἐπὶ οἷ καλέσασα προσηύδα δῖον ὑφορβόν·

ἔρχεο, δῖʼ Εὔμαιε, κιὼν τὸν ξεῖνον ἄνωχθι

ἐλθέμεν, ὄφρα τί μιν προσπτύξομαι ἠδʼ ἐρέωμαι

εἴ που Ὀδυσσῆος ταλασίφρονος ἠὲ πέπυσται510

ἢ ἴδεν ὀφθαλμοῖσι· πολυπλάγκτῳ γὰρ ἔοικε.

τὴν δʼ ἀπαμειβόμενος προσέφης, Εὔμαιε συβῶτα

εἰ γάρ τοι, βασίλεια, σιωπήσειαν Ἀχαιοί·

οἷʼ ὅ γε μυθεῖται, θέλγοιτό κέ τοι φίλον ἦτορ.

τρεῖς γὰρ δή μιν νύκτας ἔχον, τρία δʼ ἤματʼ ἔρυξα515

ἐν κλισίῃ· πρῶτον γὰρ ἔμʼ ἵκετο νηὸς ἀποδράς·

ἀλλʼ οὔ πω κακότητα διήνυσεν ἣν ἀγορεύων.

ὡς δʼ ὅτʼ ἀοιδὸν ἀνὴρ ποτιδέρκεται, ὅς τε θεῶν ἒξ

ἀείδει δεδαὼς ἔπεʼ ἱμερόεντα βροτοῖσι,

τοῦ δʼ ἄμοτον μεμάασιν ἀκουέμεν, ὁππότʼ ἀείδῃ·520

ὣς ἐμὲ κεῖνος ἔθελγε παρήμενος ἐν μεγάροισι.

φησὶ δʼ Ὀδυσσῆος ξεῖνος πατρώϊος εἶναι,

Κρήτῃ ναιετάων, ὅθι Μίνωος γένος ἐστίν.

ἔνθεν δὴ νῦν δεῦρο τόδʼ ἵκετο πήματα πάσχων,

προπροκυλινδόμενος· στεῦται δʼ Ὀδυσῆος ἀκοῦσαι,525

ἀγχοῦ, Θεσπρωτῶν ἀνδρῶν ἐν πίονι δήμῳ,

ζωοῦ· πολλὰ δʼ ἄγει κειμήλια ὅνδε δόμονδε.

τὸν δʼ αὖτε προσέειπε περίφρων Πηνελόπεια·

ἔρχεο, δεῦρο κάλεσσον, ἵνʼ ἀντίον αὐτὸς ἐνίσπῃ.

οὗτοι δʼ ἠὲ θύρῃσι καθήμενοι ἑψιαάσθων530

ἢ αὐτοῦ κατὰ δώματʼ, ἐπεί σφισι θυμὸς ἐΰφρων.

αὐτῶν μὲν γὰρ κτήματʼ ἀκήρατα κεῖτʼ ἐνὶ οἴκῳ,

σῖτος καὶ μέθυ ἡδύ· τὰ μὲν οἰκῆες ἔδουσιν,

οἱ δʼ εἰς ἡμέτερον πωλεύμενοι ἤματα πάντα,

βοῦς ἱερεύοντες καὶ ὄϊς καὶ πίονας αἶγας,535

εἰλαπινάζουσιν πίνουσί τε αἴθοπα οἶνον,

μαψιδίως· τὰ δὲ πολλὰ κατάνεται. οὐ γὰρ ἔπʼ ἀνήρ,

οἷος Ὀδυσσεὺς ἔσκεν, ἀρὴν ἀπὸ οἴκου ἀμῦναι.

εἰ δʼ Ὀδυσεὺς ἔλθοι καὶ ἵκοιτʼ ἐς πατρίδα γαῖαν,

αἶψά κε σὺν ᾧ παιδὶ βίας ἀποτίσεται ἀνδρῶν.540

ὣς φάτο, Τηλέμαχος δὲ μέγʼ ἔπταρεν, ἀμφὶ δὲ δῶμα

σμερδαλέον κονάβησε· γέλασσε δὲ Πηνελόπεια,

αἶψα δʼ ἄρʼ Εὔμαιον ἔπεα πτερόεντα προσηύδα·

ἔρχεό μοι, τὸν ξεῖνον ἐναντίον ὧδε κάλεσσον.

οὐχ ὁράᾳς ὅ μοι υἱὸς ἐπέπταρε πᾶσιν ἔπεσσι;545

τῷ κε καὶ οὐκ ἀτελὴς θάνατος μνηστῆρσι γένοιτο

πᾶσι μάλʼ, οὐδέ κέ τις θάνατον καὶ κῆρας ἀλύξει.

ἄλλο δέ τοι ἐρέω, σὺ δʼ ἐνὶ φρεσὶ βάλλεο σῇσιν·

αἴ κʼ αὐτὸν γνώω νημερτέα πάντʼ ἐνέποντα,

ἕσσω μιν χλαῖνάν τε χιτῶνά τε, εἵματα καλά.550

ὣς φάτο, βῆ δὲ συφορβός, ἐπεὶ τὸν μῦθον ἄκουσεν·

ἀγχοῦ δʼ ἱστάμενος ἔπεα πτερόεντα προσηύδα·

ξεῖνε πάτερ, καλέει σε περίφρων Πηνελόπεια,

μήτηρ Τηλεμάχοιο· μεταλλῆσαί τί ἑ θυμὸς

ἀμφὶ πόσει κέλεται, καὶ κήδεά περ πεπαθυίῃ.555

εἰ δέ κέ σε γνώῃ νημερτέα πάντʼ ἐνέποντα,

ἕσσει σε χλαῖνάν τε χιτῶνά τε, τῶν σὺ μάλιστα

χρηΐζεις· σῖτον δὲ καὶ αἰτίζων κατὰ δῆμον

γαστέρα βοσκήσεις· δώσει δέ τοι ὅς κʼ ἐθέλῃσι.

    Penelope sends for the stranger.

     

    508  ἄνωχθι: imperat. > ἄνωγα.

    514  οἷ(α): “with such things as” (LSJ οἷος II.2).

    515  μιν … ἔχον: “I had him at my house” (LSJ ἔχω A.I.5).

    516  ἀποδράς: masc. nom. sing. aor. act. ptc. > ἀποδιδράσκω. With a genitive of separation (Smyth 1392).

    517  κακότητα … ἣν: “his misfortunes.” ἣν here is a possessive pronoun.

    517  ἀγορεύων: supplementary ptc., with διήνυσεν (LSJ διανύω, Smyth 2098).

    518  ὡς δ᾽ ὅτ(ε): introducing a simile.

    518  ποτιδέρκεται: = προσδέρκεται.

    518  θεῶν ἒξ: anastrophe.

    519  δεδαὼς: masc. nom. sing. pf. act. ptc. > δάω.

    525  στεῦται: “he insists that …”

    530  οὗτοι: the suitors.

    530  θύρῃσι: “in the doorway,” dative of place.

    530  ἑψιαάσθων: 3rd pl. imperat. > ἐψιάομαι.

    534  εἰς ἡμέτερον: supply δῶμα.

    534  πωλεύμενοι: “coming and going” > πωλέομαι / πωλεῦμαι.

    537  ἔπ᾽: “is here,” ἔπεστι.

    538  ἀρὴν: “destruction.”

    540  κε … ἀποτίσεται: κε with the future indicative, roughly equivalent to the future indicative alone, in the apodosis of a future less vivid conditional (Smyth 2334b).

    541  ἔπταρεν: 3rd sing. aor. act. indic. > πταίρω.

    545  : “that,” ὅτι (Smyth 2578).

    550  ἕσσω: 1st sing. fut. act. indic. > ἕννυμι. With a double accusative (1628).

    555  πεπαθυίῃ: fem. dat. sing. pf. act. ptc. > πάσχω. The dative agrees with an implied dative object of κέλεται (Smyth 1464): ἑ θυμὸς … κέλεται [Πενελόπειᾳ], καὶ κήδεά περ πεπαθυίῃ.

    557  τῶν: gen., with χρηΐζεις (Smyth 1396).

    article nav
    Previous

    Suggested Citation

    Thomas Van Nortwick and Rob Hardy, Homer: Odyssey 5–12. Carlisle, Pennsylvania: Dickinson College Commentaries, 2024. ISBN: 978-1-947822-17-7 https://dcc.dickinson.edu/homer-odyssey/xvii-505%E2%80%93559