ἀλλὰ Ζεὺς ἀλάπαξε Κρονίων—ἤθελε γάρ που—

ὅς μʼ ἅμα ληϊστῆρσι πολυπλάγκτοισιν ἀνῆκεν425

Αἴγυπτόνδʼ ἰέναι, δολιχὴν ὁδόν, ὄφρʼ ἀπολοίμην.

στῆσα δʼ ἐν Αἰγύπτῳ ποταμῷ νέας ἀμφιελίσσας.

ἔνθʼ ἦ τοι μὲν ἐγὼ κελόμην ἐρίηρας ἑταίρους

αὐτοῦ πὰρ νήεσσι μένειν καὶ νῆας ἔρυσθαι,

ὀπτῆρας δὲ κατὰ σκοπιὰς ὤτρυνα νέεσθαι.430

οἱ δʼ ὕβρει εἴξαντες, ἐπισπόμενοι μένεϊ σφῷ,

αἶψα μάλʼ Αἰγυπτίων ἀνδρῶν περικαλλέας ἀγροὺς

πόρθεον, ἐκ δὲ γυναῖκας ἄγον καὶ νήπια τέκνα,

αὐτούς τʼ ἔκτεινον· τάχα δʼ ἐς πόλιν ἵκετʼ ἀϋτή.

οἱ δὲ βοῆς ἀΐοντες ἅμʼ ἠοῖ φαινομένηφιν435

ἦλθον· πλῆτο δὲ πᾶν πεδίον πεζῶν τε καὶ ἵππων

χαλκοῦ τε στεροπῆς· ἐν δὲ Ζεὺς τερπικέραυνος

φύζαν ἐμοῖς ἑτάροισι κακὴν βάλεν, οὐδέ τις ἔτλη

στῆναι ἐναντίβιον· περὶ γὰρ κακὰ πάντοθεν ἔστη.

ἔνθʼ ἡμέων πολλοὺς μὲν ἀπέκτανον ὀξέϊ χαλκῷ,440

τοὺς δʼ ἄναγον ζωούς, σφίσιν ἐργάζεσθαι ἀνάγκῃ.

αὐτὰρ ἔμʼ ἐς Κύπρον ξείνῳ δόσαν ἀντιάσαντι,

Δμήτορι Ἰασίδῃ, ὃς Κύπρου ἶφι ἄνασσεν·

ἔνθεν δὴ νῦν δεῦρο τόδʼ ἵκω πήματα πάσχων.

τὸν δʼ αὖτʼ Ἀντίνοος ἀπαμείβετο φώνησέν τε·445

τίς δαίμων τόδε πῆμα προσήγαγε, δαιτὸς ἀνίην;

στῆθʼ οὕτως ἐς μέσσον, ἐμῆς ἀπάνευθε τραπέζης,

μὴ τάχα πικρὴν Αἴγυπτον καὶ Κύπρον ἵκηαι·

ὥς τις θαρσαλέος καὶ ἀναιδής ἐσσι προΐκτης.

ἑξείης πάντεσσι παρίστασαι· οἱ δὲ διδοῦσι450

μαψιδίως, ἐπεὶ οὔ τις ἐπίσχεσις οὐδʼ ἐλεητὺς

ἀλλοτρίων χαρίσασθαι, ἐπεὶ πάρα πολλὰ ἑκάστῳ.

τὸν δʼ ἀναχωρήσας προσέφη πολύμητις Ὀδυσσεύς·

ὢ πόποι, οὐκ ἄρα σοί γʼ ἐπὶ εἴδεϊ καὶ φρένες ἦσαν·

οὐ σύ γʼ ἂν ἐξ οἴκου σῷ ἐπιστάτῃ οὐδʼ ἅλα δοίης,455

ὃς νῦν ἀλλοτρίοισι παρήμενος οὔ τί μοι ἔτλης

σίτου ἀποπροελὼν δόμεναι· τὰ δὲ πολλὰ πάρεστιν.

ὣς ἔφατʼ, Ἀντίνοος δʼ ἐχολώσατο κηρόθι μᾶλλον,

καί μιν ὑπόδρα ἰδὼν ἔπεα πτερόεντα προσηύδα·

νῦν δή σʼ οὐκέτι καλὰ διὲκ μεγάροιό γʼ ὀΐω460

ἂψ ἀναχωρήσειν, ὅτε δὴ καὶ ὀνείδεα βάζεις.

    Odysseus finishes telling his story. He and Antinous insult each other.

     

    424  ἀλάπαξε: supply an object like πάντα (“drained away all my wealth”).

    426  ἰέναι: infinitive of purpose.

    427–41  = 14.258–72, where Odysseus tells a longer version of this story to Eumaeus.

    431  οἱ δ᾽: his companions.

    431  εἴξαντες: masc. nom. pl. aor. act. ptc. > εἴκω.

    433  ἐκ … ἄγον: “led out,” tmesis > ἐξάγω.

    434  αὐτούς: that is, the Egyptian men.

    435  οἱ δὲ: the Egyptians.

    435  βοῆς: gen., with ἀΐοντες (Smyth 1361).

    435  φαινομένηφιν: fem. dat. sing. pres. mid./pass. ptc. > φαίνω.

    436  πεζῶν τε καὶ ἵππων / χαλκοῦ τε στεροπῆς: gens., with πλῆτο (3rd sing. aor. pass. indic. > πίμπλημι)(Smyth 1369).

    437  ἐν: with ἐμοῖς ἑτάροισι.

    439  στῆναι ἐναντίβιον: “to stand his ground” (14.271 has μεῖναι).

    439  περὶ … ἔστη: “surrounded (them),” 3rd sing. aor. act. indic., tmesis > περιίστημι.

    441  σφίσιν: dative of interest.

    441  ἐργάζεσθαι: infinitive of purpose.

    442  ἐς Κύπρον … δόσαν: “gave me … (to take) to Cyprus,” a pregnant construction (Smyth 1659b).

    442  ἀντιάσαντι: “who met (them)” > ἀντιάω.

    443  Κύπρου: gen., with ἄνασσεν (LSJ ἀνάσσω I).

    447  στῆθ(ι): “stand,” imperat. > ἵστημι.

    447  οὕτως: “just so,” “as I tell you” (Merry), perhaps accompanied by a gesture shooing Odysseus away (Stanford).

    450  παρίστασαι: “you stand beside (dative),” 2nd sing. pres. pass. indic. > παρίστημι (LSJ παρίστημιB.I.1)

    451  ἐπίσχεσις οὐδ᾽ ἐλεητὺς: supply the verb ἐστί.

    452  ἀλλοτρίων: partitive gen., with χαρίσασθαι, “to give generously of …” (LSJ χαρίζω II.2).

    452  πάρα: πάρεστι.

    454  οὐκ ἄρα … ἦσαν: “as it turns, there weren’t (you didn’t have) …,” the “imperfect of a truth just recognized” or “imperfect of discovery” (Smyth 1902).

    454  ἐπὶ εἴδεϊ: “on top of (in addition to) your good looks.”

    455  οὐ … οὐδ(έ): “not … not even…” the οὐδέ intensifies the negation.

    458  κηρόθι μᾶλλον: “with all his heart,” “extremely” (LSJ κηρόθι).

    article nav
    Previous

    Suggested Citation

    Thomas Van Nortwick and Rob Hardy, Homer: Odyssey 5–12. Carlisle, Pennsylvania: Dickinson College Commentaries, 2024. ISBN: 978-1-947822-17-7 https://dcc.dickinson.edu/homer-odyssey/xvii-424%E2%80%93461