ὣς εἰποῦσʼ ἐν χερσὶ τίθει, ὁ δʼ ἐδέξατο χαίρων.130
καὶ τὰ μὲν ἐς πείρινθα τίθει Πεισίστρατος ἥρως
δεξάμενος, καὶ πάντα ἑῷ θηήσατο θυμῷ·
τοὺς δʼ ἦγε πρὸς δῶμα κάρη ξανθὸς Μενέλαος.
ἑζέσθην δʼ ἄρʼ ἔπειτα κατὰ κλισμούς τε θρόνους τε.
χέρνιβα δʼ ἀμφίπολος προχόῳ ἐπέχευε φέρουσα135
καλῇ χρυσείῃ, ὑπὲρ ἀργυρέοιο λέβητος,
νίψασθαι· παρὰ δὲ ξεστὴν ἐτάνυσσε τράπεζαν.
σῖτον δʼ αἰδοίη ταμίη παρέθηκε φέρουσα·
εἴδατα πόλλʼ ἐπιθεῖσα, χαριζομένη παρεόντων·
πὰρ δὲ Βοηθοΐδης κρέα δαίετο καὶ νέμε μοίρας·140
οἰνοχόει δʼ υἱὸς Μενελάου κυδαλίμοιο.
οἱ δʼ ἐπʼ ὀνείαθʼ ἑτοῖμα προκείμενα χεῖρας ἴαλλον.
αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,
δὴ τότε Τηλέμαχος καὶ Νέστορος ἀγλαὸς υἱὸς
ἵππους τε ζεύγνυντʼ ἀνά θʼ ἅρματα ποικίλʼ ἔβαινον,145
ἐκ δʼ ἔλασαν προθύροιο καὶ αἰθούσης ἐριδούπου.
τοὺς δὲ μετʼ Ἀτρεΐδης ἔκιε ξανθὸς Μενέλαος,
οἶνον ἔχων ἐν χειρὶ μελίφρονα δεξιτερῆφι,
ἐν δέπαϊ χρυσέῳ, ὄφρα λείψαντε κιοίτην.
στῆ δʼ ἵππων προπάροιθε, δεδισκόμενος δὲ προσηύδα·150
χαίρετον, ὦ κούρω, καὶ Νέστορι ποιμένι λαῶν
εἰπεῖν· ἦ γὰρ ἐμοί γε πατὴρ ὣς ἤπιος ἦεν,
ἧος ἐνὶ Τροίῃ πολεμίζομεν υἷες Ἀχαιῶν.
τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
καὶ λίην κείνῳ γε, διοτρεφές, ὡς ἀγορεύεις,155
πάντα τάδʼ ἐλθόντες καταλέξομεν· αἲ γὰρ ἐγὼν ὣς
νοστήσας Ἰθάκηνδε, κιχὼν Ὀδυσῆʼ ἐνὶ οἴκῳ,
εἴποιμʼ ὡς παρὰ σεῖο τυχὼν φιλότητος ἁπάσης
ἔρχομαι, αὐτὰρ ἄγω κειμήλια πολλὰ καὶ ἐσθλά.
ὣς ἄρα οἱ εἰπόντι ἐπέπτατο δεξιὸς ὄρνις,160
αἰετὸς ἀργὴν χῆνα φέρων ὀνύχεσσι πέλωρον,
ἥμερον ἐξ αὐλῆς· οἱ δʼ ἰΰζοντες ἕποντο
ἀνέρες ἠδὲ γυναῖκες· ὁ δέ σφισιν ἐγγύθεν ἐλθὼν
δεξιὸς ἤϊξε πρόσθʼ ἵππων· οἱ δὲ ἰδόντες
γήθησαν, καὶ πᾶσιν ἐνὶ φρεσὶ θυμὸς ἰάνθη.165
τοῖσι δὲ Νεστορίδης Πεισίστρατος ἤρχετο μύθων·
φράζεο δή, Μενέλαε διοτρεφές, ὄρχαμε λαῶν,
ἢ νῶϊν τόδʼ ἔφηνε θεὸς τέρας ἦε σοὶ αὐτῷ.
ὣς φάτο, μερμήριξε δʼ ἀρηΐφιλος Μενέλαος,
ὅππως οἱ κατὰ μοῖραν ὑποκρίναιτο νοήσας.170
τὸν δʼ Ἑλένη τανύπεπλος ὑποφθαμένη φάτο μῦθον·
κλῦτέ μευ· αὐτὰρ ἐγὼ μαντεύσομαι, ὡς ἐνὶ θυμῷ
ἀθάνατοι βάλλουσι καὶ ὡς τελέεσθαι ὀΐω.
ὡς ὅδε χῆνʼ ἥρπαξʼ ἀτιταλλομένην ἐνὶ οἴκῳ
ἐλθὼν ἐξ ὄρεος, ὅθι οἱ γενεή τε τόκος τε,175
ὣς Ὀδυσεὺς κακὰ πολλὰ παθὼν καὶ πόλλʼ ἐπαληθεὶς
οἴκαδε νοστήσει καὶ τίσεται· ἠὲ καὶ ἤδη
οἴκοι, ἀτὰρ μνηστῆρσι κακὸν πάντεσσι φυτεύει.
notes
As Telemachus is being sent off from Sparta, an omen apears, which Helen interprets as being favorable to Telemachus
132 ἑῷ θηήσατο θυμῷ: “gazed at (acc.) with wonder in his heart.”
133 κάρη: accusative of respect.
134 ἑζέσθην: 3rd dual aor. mid. pass. indic. > ἕζομαι. The dual subjects are Telemachus and Peisistratus.
135 χέρνιβα: “water for hand-washing,” fem. acc. sing. > χέρνιψ.
137 νίψασθαι: aor. mid. infin. > νίζω. Infinitive of purpose.
137 παρὰ: “beside them,” “alongside,” adverbial.
139 χαριζομένη παρεόντων: “giving freely of the things available.”
139 παρεόντων: partitive gen. pres. act. ptc. > πάρειμι (Autenrieth χαρίζω).
140 πὰρ: παρά, adverbial.
143 ἐξ … ἕντο: “got rid of,” “satisfied,” 3rd pl. aor. mid. indic., tmesis > ἐξίημι.
146 ἐκ δ᾽ ἔλασαν: “drove out of (gen.),” 3rd pl. aor. act. indic., tmesis > ἐξελαύνω.
147 τοὺς δὲ μετ᾽: τοὺς δὲ μέτα, anastrophe ( LSJ μετά D).
149 λείψαντε: masc. nom. dual aor. act. ptc. > λείβω.
149 κιοίτην: 3rd dual aor. act. opt. > κίω. Optative in a purpose clause in secondary sequence.
151 χαίρετον, ὦ κούρω: duals.
155 καὶ λίην: “surely,” “by all means” (Cunliffe λίην 3).
156 αἲ γὰρ: = εἰ γὰρ, introducing an optative of wish (εἴποιμι, 158).
156 ὣς … / … ὡς … : “just so …, how …,” Stanford says that the construction is “obscure and disputed.” The easiest reading seems to be: “Just so (as I will say to Nestor), may I also say to Odysseus how …,” with the second ὡς (“how”) introducing the object clause following εἴποιμ’. For a different interpretation, see Merry.
158 τυχὼν: “having met with (gen.)” (LSJ τυγχάνω B.II.2).
160 οἱ εἰπόντι: dative of advantage (Smyth 1481).
160 ἐπέπτατο: 3rd sing. plupf. mid./pass. indic. > πετάννυμι. The “pluperfect of immediate occurrence” (Smyth 1953).
163 ὁ: the eagle.
163 ἤϊξε: 3rd sing. aor. act. indic. > ἀίσσω.
167 φράζεο: 2nd sing. pres. mid. imperat. > φράζω.
168 ἔφηνε: 3rd sing. aor. act. indic. > φαίνω.
171 ὑποφθαμένη: fem. nom. sing. aor. mid. ptc. > ὑποφθάνω.
173 βάλλουσι: “put (it)” (LSJ βάλλω A.II.6).
174 ὅδε: the eagle.
176 ἐπαληθεὶς: masc. nom. sing. aor. mid./pass. ptc. > ἀπαλάομαι.