1a. Οἱ Πέρσαι θύουσι πυρὶ, καὶ, ἐπιφοροῦντες αὐτῷ τὴν πυρὸς τροφὴν, λέγουσι· πῦρ, δέσποτα, ἔσθιε.

1b. Οἱ Αἰγύπτιοι θηρία τιμῶσι, καὶ οἱ αὐτῶν θεοὶ ἀποθνήσκουσι, καὶ πενθοῦνται, καὶ δείκνυνται τάφοι θεῶν.

1c. Τοῖς μὲν διὰ τοῦ ἡλίου πορευομένοις ἕπεται κατ’ ἀνάγκην σκιά· τοῖς δὲ διὰ τῆς δόξης βαδίζουσιν ἀκολουθεῖ φθόνος.

1d. Τὸ ἐσθίειν πολλὰ τοὺς μὲν λογισμοὺς ἐξαιρεῖ, καὶ τὰς ψυχὰς ποιεῖται βραδυτέρας, ὀργῆς δὲ καὶ σκληρότητος ἐμπίμπλησιν.

1e. Ὁ Ἀθάμας, δυναστεύων Βοιωτίας, ἐκ Νεφέλης τεκνοῖ μὲν παῖδα Φρίξον, θυγατέρα δὲ Ἕλλην· αὖθις δὲ Ἰνὼ γαμεῖ, ἐξ ἧς αὐτῷ Λέαρχος καὶ Μελικέρτης ἐγένοντο.

 

2a. Ἀριστοφάνης λέγει περὶ τοῦ Περικλέους, ὅτι ἤστραπτεν, ἐβρόντα, ξυνεκύκα τὴν Ἑλλάδα.

2b. Ἐν τῷ Πελοποννησιακῷ πολέμῳ εἷς ἀνὴρ, ὁ Περικλῆς, ἐξώρθου τὴν πόλιν, καὶ ἀνίστη, καὶ ἀντετάττετο καὶ τῷ λοιμῷ καὶ τῷ πολέμῳ.

 

3a. Ἀλέξανδρος, ὅτε ἐνίκησε Δαρεῖον, ἀπέστειλε τοῖς Ἕλλησι θεὸν αὐτὸν ψηφίσασθαι.

3b. Ἥρα δύο δράκοντας ἀπέστειλεν, ἀναλώσοντας Ἡρακλέα, ἔτι βρέφος ὄντα.

3c. Ὁ δὲ παῖς, οὐ καταπλαγεὶς, ἑκατέρᾳ τῶν χειρῶν τὸν αὐχένα σφίγξας, ἀπέπνιξε τοὺς δράκοντας.

3d. Κόνων τῇ περὶ Κνίδον ναυμαχίᾳ νικήσας Λακεδαιμονίους, ἑκατόμβην θύσας, πάντας Ἀθηναίους εἱστίασε.

3e. Τίς λοιμὸς ἢ σεισμὸς τοσαύτας πόλεις ἐκένωσεν, ἢ τοσαῦτα γένη ἀνθρώπων ἠφάνισεν ἢ κατέδυσεν, ὅσα ἡ τῶν βασιλέων φιλοτιμία;

3f. Ἀθηνᾶ Κάδμῳ βασιλείαν κατεσκεύασε· Ζεὺς δὲ ἔδωκεν αὐτῷ γυναῖκα Ἁρμονίαν, καὶ πάντες θεοὶ, καταλιπόντες τὸν οὐρανὸν, ἐν τῇ Καδμείᾳ τὸν γάμον εὐωχούμενοι ἀνύμνησαν.

3g. Ὁ Ξέρξης τῷ στρατοπέδῳ ἔπλευσε μὲν διὰ τῆς ἠπείρου, ἐπόρευσε δὲ διὰ τῆς θαλάσσης, τὸν μὲν Ἑλλήσποντον ζεύξας, τὸν δὲ Ἄθω διορύξας.

 

4a. Ὁ Ζεὺς τοῖς θεοῖς ἀπειλήσας, ἢν ἐθελήσω, ἔφη, ἐγὼ μὲν ἐκ τοῦ οὐρανοῦ σειρὰν καθήσω, ὑμεῖς δ’, ἢν ἀποκρεμασθέντες βιάζησθέ με, μάτην πονήσετε· οὐ γὰρ δὴ καθελκύσετε· εἰ δ’ ἐγὼ ἐθελήσαιμι, οὐ μόνον ὑμᾶς, ἀλλὰ καὶ τὴν γῆν ἅμα καὶ τὴν θάλασσαν συναρτήσας μετεωριῶ.

4b. Πυθαγόρας ὁ Σάμιος πρῶτος ἐν τοῖς Ἕλλησιν ἐτόλμησεν εἰπεῖν, ὅτι τὸ μὲν σῶμα τεθνήξεται, ἡ δὲ ψυχὴ ἀναπτᾶσα οἰχήσεται ἀθάνατος καὶ ἀγήρως.

4c. Ἐμπεδοκλῆς τὴν τῶν Ἀκραγαντίνων τρυφὴν ἰδὼν, ἔλεγεν· Ἀκραγαντῖνοι τρυφῶσι μὲν ὡς αὔριον ἀποθανούμενοι, οἰκίας δὲ κατασκευάζονται ὡς πάντα τὸν χρόνον βιωσόμενοι.

4d. Ἡρακλῆς, τὴν Ἡσιόνην ἰδὼν κήτει ἐκκειμένην, ὑπέσχετο σώσειν αὐτὴν, εἰ τὰς ἵππους τοῦ Λαομέδοντος λήψεται.

 

5a. Τὼ Ἀλωέως παῖδε, ἀτασθάλω ὄντε, δίκας ἐτισάτην, ᾗ κλίμακα ἐπὶ τὸν οὐρανὸν ἐποιησάσθην.

5b. Πολλὰ ἦσαν ἐν τοῖς παλαιοῖς χρόνοις θεῶν ἀγάλματα, ὧν τὰ μὲν δι’ ἔκπληξιν ἐσεβάσθη, τὰ δὲ διὰ τὸ κάλλος ἐπῃνέθη.

5c. Μηδέποτε ἐπὶ μηδενὸς εἴπῃς, ὅτι ἀπώλεσα αὐτὸ, ἀλλ’ ὅτι ἀπέδωκα· τὸ παιδίον ἀπέθανεν; ἀπεδόθη· τὸ χωρίον ἀφῃρέθη; οὐκοῦν καὶ τοῦτο ἀπεδόθη.

5d. Ἀκταίων, τραφεὶς παρὰ Χείρωνι, κυνηγὸς ἐδιδάχθη, καὶ ὕστερον κατεβρώθη ἐν τῷ Κιθαιρῶνι ὑπὸ τῶν ἰδίων κυνῶν.

 

6a. Τὰ χρήματα τοῖς πλουσίοις ἡ τύχη οὐ δεδώρηται, ἀλλὰ δεδάνεικεν.

6b. Ἀλεξάνδρου ἡ σκηνὴ πολυτελὴς ἦν· χρυσοῖ γὰρ κίονες διειλήφεσαν αὐτὴν, καὶ τὸν ὄροφον διάχρυσος ἦν, καὶ ἐκπεπόνητο ποικίλμασι πολυτελέσι.

6c. Καὶ πρῶτοι μὲν Πέρσαι πεντακόσιοι περὶ αὐτὴν εἱστήκεσαν, πορφυρᾶς καὶ μηλίνας ἠσθημένοι στολάς· ἐπ’ αὐτοῖς δὲ τοξόται χίλιοι, φλόγινα ἐνδεδυκότες καὶ ὑσγινοβαφῆ.

 

7a. Γνῶθι σαυτόν· μὴ πολλὰ λάλει· τὸν τετελευτηκότα μακάριζε· τοὺς πρεσβυτέρους σέβου·. ἡ γλῶσσά σου μὴ προτρεχέτω τοῦ νοῦ· θυμοῦ κράτει· ἀδικούμενος διαλλάσσου, ὑβριζόμενος δὲ τιμωροῦ.

7b. Φίλων παρόντων καὶ ἀπόντων μέμνησο. Ἀγάπα τὸν πλησίον· νόμῳ πείθου· θεοὺς σέβου· γονεῖς αἰδοῦ· ἄρχε σεαυτοῦ· πρόνοιαν τίμα· κακίας ἀπέχου. χρόνου φείδου· ὅρα τὸ μέλλον· σοφοῖς χρῶ.

7c. Λαβὼν ἀπόδος· τὸ συμφέρον θηρῶ· ἐπὶ ῥώμης μὴ καυχῶ· κακοῖσι μὴ προσομίλει ἀνδράσιν, ἀλλ’ ἀεὶ τῶν ἀγαθῶν ἔχου· θεοὺς δείδιθι· ἐπίορκον μὴ ἐπόμνυθι. Μίνως. Ὁ μὲν λῃστὴς οὗτος ἐς τὸν Πυριφλεγέθοντα ἐμβεβλήσθω· ὁ δ’ ἱερόσυλος ὑπὸ τῆς Χιμαίρας διασπασθήτω· ὁ δὲ τύραννος ὑπὸ τῶν γυπῶν κειρέσθω τὸ ἧπαρ· ὑμεῖς δὲ οἱ ἀγαθοὶ ἄπιτε ἐς τὸ Ἠλύσιον πεδίον, καὶ τὰς μακάρων νήσους κατοικεῖτε, ἀνθ’ ὧν δίκαια ἐποιεῖτε κατὰ τὸν βίον.

 

8a. Σωκράτης ἔλεγε, τοὺς μὲν ἄλλους ἀνθρώπους ζῆν, ἵνα ἐσθίοιεν, αὐτὸν δὲ ἐσθίειν ἵνα ζῴη.

8b. Ὁ αὐτὸς ἠξίου τοὺς νέους συνεχῶς κατοπτρίζεσθαι, ἵν’, εἰ μὲν καλοὶ εἶεν, ἄξιοι γίγνοιντο· εἰ δὲ αἰσχροὶ, παιδείᾳ τὴν δυσειδείαν ἐπικαλύπτοιεν.

8c. Σόλων ἐρωτηθεὶς, πῶς ἂν μὴ γίγνοιτο ἀδίκημα ἐν τῇ πόλει, εἶπεν, εἰ ὁμοίως ἀγανακτοῖεν οἱ μὴ ἀδικούμενοι τοῖς ἀδικουμένοις.

8d. Πυθαγόρας ἐρωτηθεὶς, πῶς ἂν οἰνόφλυξ τοῦ μεθύειν παύσαιτο, εἰ συνεχῶς, ἔφη, θεωροίη τὰ ὑπ’ αὐτοῦ πρασσόμενα.

8e. Ἀνάχαρσις ἐρωτηθεὶς, πῶς ἄν τις μὴ μεθύσκοιτο, εἰ, ἔφη, ὁρῴη τοὺς μεθύοντας οἷα ποιοῦσι.

8f. Θεόπομπος πρὸς τὸν ἐρωτήσαντα, πῶς ἄν τις ἀσφαλῶς τηροίη τὴν βασιλείαν, εἰ τοῖς μὲν φίλοις, ἔφη, μεταδιδοίη παρρησίας δικαίας, τοὺς δὲ ἀρχομένους κατὰ δύναμιν μὴ περιορῴη ἀδικουμένους. Εὐαγόρας τοσοῦτον ταῖς τοῦ σώματος καὶ ταῖς τῆς ψυχῆς ἀρεταῖς διήνεγκεν, ὥστε, ὁπότε μὲν αὐτὸν ὁρῷεν οἱ τότε βασιλεύοντες, ἐκπλήττεσθαι καὶ φοβεῖσθαι περὶ τῆς ἀρχῆς· ὁπότε δὲ εἰς τοὺς τρόπους ἀποβλέψαιεν, οὕτω σφόδρα πιστεύειν, ὥστε καὶ εἴ τις ἄλλος τολμῴη περὶ αὐτοὺς ἐξαμαρτάνειν, νομίζειν Εὐαγόραν αὐτοῖς ἔσεσθαι βοηθόν.

8g. Οἱ ποιηταὶ τοιούτους λόγους περὶ τῶν θεῶν εἰρήκασιν, οὓς οὐδεὶς ἂν περὶ τῶν ἐχθρῶν τολμήσειε λέγειν. Εὐκλείδης ὁ Σωκρατικὸς, ἀκούσας τοῦ ἀδελφοῦ λέγοντος· Ἀπολοίμην, εἰ μή σε τιμωρησαίμην, ἐγὼ δὲ, εἶπεν, εἰ μή σε φιλεῖν ἡμᾶς πείσαιμι.

8h. Εἴ τις τὸν τῆς εὐκλείας ἔρωτα ἐκβάλοι ἐκ τοῦ βίου, τί ἂν ἔτι ἀγαθὸν ἡμῖν γένοιτο, ἢ τίς ἄν τι λαμπρὸν ἐργάσασθαι ἐπιθυμήσειεν;

8i. Τῷ αὐτῷ φυσήματι τὸ μὲν πῦρ ἀνακαύσειας ἂν, καὶ μεῖζον ποιήσειας ἐν βραχεῖ, καὶ τὸ τοῦ λύχνου φῶς ἀποσβέσειας.

8j. Μάλιστα ἂν εὐδοκιμοίης, εἰ φαίνοιο ταῦτα μὴ πράττων, ἃ τοῖς ἄλλοις ἂν πράττουσιν ἐπιτιμῴης.

8k. Εἰ ἅπαντες μιμησαίμεθα τὴν Λακεδαιμονίων ἀργίαν καὶ πλεονεξίαν, εὐθὺς ἂν ἀπολοίμεθα· εἰ δὲ τοῖς τῶν Αἰγυπτίων χρῆσθαι νομίμοις βουληθείημεν, εὐδαιμόνως ἂν τὸν βίον διατέλοιμεν.

 

9a. Σωκράτης λέγει τῶν ἄλλων ἀνθρώπων διαφέρειν, καθόσον οἱ μὲν ζῶσιν, ἵν’ ἐσθίωσιν, αὐτὸς δὲ ἐσθίει, ἵνα ζῇ.

9b. Θεώρει ὥσπερ ἐν κατόπτρῳ τὰς σαυτοῦ πράξεις, ἵνα τὰς μὲν καλὰς ἐπικοσμῇς, τὰς δ’ αἰσχρὰς καλύπτῃς.

9c. Ὁ Πίττακος τῷ μεθύοντι, ἐὰν ἁμάρτῃ, διπλῆν ζημίαν ἔθηκεν, ἵνα μὴ μεθύοιεν οἱ πολῖται.

9d. Τὸν οἶνον ἢν πίνῃ τις μετρίως, τὸ σῶμα ὤνησε, τὴν δὲ ψυχὴν οὐκ ἔβλαψεν· ἢν δὲ πίνῃ πρὸς ὑπερβολὴν, καὶ ἤδη μεθύσκηται, αἰσχρὰ πάσχει, καὶ γελοῖον θέαμα τοῖς ἄλλοις παρέχει.

9e. Ἀπόλλων ᾐτήσατο παρὰ τῶν Μοιρῶν, ἵνα, ὅταν Ἄδμητος μέλλῃ τελευτᾶν, ἀπολυθείη τοῦ θανάτου, ἂν ἑκουσίως τις ὑπὲρ αὐτοῦ θνήσκειν ἕληται.

9f. Πομπηΐου καὶ Καίσαρος διαστάντων, ὁ Κικέρων ἔφη, γιγνώσκω ὃν φύγω, μὴ γιγνώσκων πρὸς ὃν φύγω.

9g. Οἱ δραπέται, κἂν μὴ διώκωνται, φοβοῦνται, οἱ δὲ ἄφρονες, κἂν μὴ κακῶς πράττωσι, ταράττονται. Οἱ Κρῆτες τοὺς παῖδας μανθάνειν τοὺς νόμους κελεύουσι μετά τινος μελῳδίας, ἵνα ἐκ τῆς μουσικῆς ψυχαγωγῶνται, καὶ εὐκολώτερον αὐτοὺς τῇ μνήμῃ παραλαμβάνωσιν.Δισγένης ἰδὼν τοξότην ἀφυῆ, παρὰ τὸν σκοπὸν ἐκάθισεν, εἰπὼν, ἵνα μὴ πληγῶ.

9h. Χωρὶς τῶν ἀναγκαίων κακῶν αὐτοὶ παρ’ αὑτῶν ἕτερα προσπορίζομεν· λυπούμεθ’, ἢν πτάρῃ τις· ἢν εἴπῃ κακῶς, ὀργιζόμεθ’· ἢν ἴδῃ τις ἐνύπνιον, σφόδρα φοβούμεθ’· ἢν γλαὺξ ἀνακράγῃ, δεδοίκαμεν.

 

10a. Ἐδιδάχθη Ἡρακλῆς ἁρματηλατεῖν μὲν ὑπὸ Ἀμφιτρύωνος· παλαίειν δὲ ὑπὸ τοῦ Αὐτολύκου· τοξεύειν δὲ ὑπὸ Εὐρύτου· ὁπλομαχεῖν δὲ ὑπὸ Κάστορος· κιθαρῳδεῖν δὲ ὑπὸ Λίνου· οὗτος δὲ ὑπὸ Ἡρακλέους τῇ κιθάρᾳ πληγεὶς ἀπέθανεν· ἐπιπλήξαντα γὰρ αὐτὸν ὀργισθεὶς ἀπέκτεινεν. Πυθαγόρας λέγεται παρεγγυᾷν τοῖς μαθηταῖς, τοὺς πρεσβυτέρους τιμᾶν, μὴ ὀμνύναι θεοὺς, ἀνομίᾳ πολεμεῖν, φυτὸν ἥμερον μήτε φθείρειν μήτε σίνεσθαι, μνήμην ἀσκεῖν, ἐν ὀργῇ μήτε τι λέγειν, μήτε πράσσειν.

10b.Χείλων, εἷς τῶν ἑπτὰ σοφῶν, προσέταττε, γλώττης κρατεῖν, μὴ κακολογεῖν τοῖς πλησίον, γῆρας τιμᾶν, ζημίαν αἱρεῖσθαι μᾶλλον ἢ κέρδος αἰσχρὸν, ἀτυχοῦντι μὴ ἐπιγελᾶν, νόμοις πείθεσθαι. Κάδμον φασὶ τὸν Ἀγήνορος ἐκ Φοινίκης ὑπὸ τοῦ βασιλέως ἀποσταλῆναι πρὸς ζήτησιν τῆς Εὐρώπης, ἐντολὰς λαβόντα, ἢ τὴν παρθένον ἀγαγεῖν, ἢ μὴ ἀνακάμπτειν εἰς τὴν Φοινίκην. Μὴ δυνάμενον δὲ ἀνευρεῖν, ἀπογνῶναι τὴν ἐς οἶκον ἀνακομιδὴν, καὶ κατά τινα χρησμὸν κτίσαι τὰς Θήβας. Ἐνταῦθα δὲ κατοικήσαντα γῆμαι μὲν Ἁρμονίαν, γεννῆσαι δὲ ἐξ αὐτῆς Σεμέλην, καὶ Ἰνὼ, καὶ Αὐτονόην, καὶ Ἀγαύην.

 

11a. Λέγεται Ἐμπεδοκλῆς εἰς τοὺς κρατῆρας τῆς Αἴτνης ἐνάλασθαι, καὶ ἀφανισθῆναι, βουλόμενος τὴν περὶ αὐτοῦ φήμην βεβαιῶσαι, ὅτι γεγόνοι θεός· ὕστερον δὲ γνωσθῆναι, ἀναῤῥιπισθείσης αὐτοῦ μιᾶς τῶν κρηπίδων· χαλκᾶς γὰρ εἴθιστο ὑποδεῖσθαι. Τὸ μὲν ἐγκαλέσαι καὶ ἐπιτιμῆσαι ῥᾴδιον· τὸ δὲ, ὅπως τὰ παρόντα βελτίω γένηται, συμβουλεῦσαι, τοῦτ’ ἔμφρονος συμβούλου ἔργον.

11b. Θεὸν μὲν νοῆσαι χαλεπὸν, φράσαι δὲ ἀδύνατον· τὸ γὰρ ἀσώματον σώματι σημῆναι ἀδύνατον. Οἱ Ἀθηναῖοι τὸν Ἐριχθόνιον ἐκ τῆς γῆς ἀναδοθῆναί φασι, καὶ τοὺς πρώτους ἀνθρώπους ἐκ τῆς Ἀττικῆς ἀναφῦναι· οἱ Θηβαῖοι δὲ ἐξ ὄφεως ὀδόντων ἄνδρας ἀναβεβλαστηκέναι λέγουσιν.

11c. Οἱ Νάξιοι μυθολογοῦσι τὸν Διάνυσον παρ’ αὐτοῖς τραφῆναι· καὶ διὰ τοῦτο τὴν νῆσον αὐτῷ γεγονέναι προσφιλεστάτην. Λόγος ἐστὶ Δῆλον τὴν νῆσον, πρὶν μὲν ἀνθρώποις φανῆναι τὸν Ἀπόλλωνα, τῷ πελάγει κρύπτεσθαι, φανέντος δὲ τοῦ θεοῦ ἀναδραμεῖν ἐκ τῶν βυθῶν καὶ στῆναι ἐν μέσοις τοῖς κύμασιν.

 

12a. Ἀναξαγόρας λέγεται ἀσεβείας κριθῆναι, διότι τὸν ἥλιον μύδρον ἔλεγε διάπυρον· ἀπολογησαμένου δὲ ὑπὲρ αὐτοῦ Περικλέους, πέντε ταλάντοις ζημιωθῆναι καὶ φυγαδευθῆναι.

12b. Σχολαστικὸς, νοσοῦντα ἐπισκεπτόμενος, ἠρώτα περὶ τῆς ὑγιείας· ὁ δὲ οὐκ ἠδύνατο ἀποκριθῆναι· ὀργισθεὶς οὖν, ἐλπίζω, ἔφη, κἀμὲ νοσήσειν, καὶ ἐλθόντι σοι μὴ ἀποκρινεῖσθαι.

12c. Λέγεται, τὴν Χίμαιραν τραφῆναι μὲν ὑπὸ Ἀμισωδάρου, γεννηθῆναι δὲ ἐκ Τυφῶνος καὶ Ἐχίδνης. Ξέρξης ὡς ἐπύθετο τὸν Ἑλλήσποντο1ν ἐζεῦχθαι, καὶ τὸν Ἄθω διεσκάφθαι, προῆγεν ἐκ τῶν Σάρδεων.

12d. Ὁ Πλάτων τοῖς μεθύουσι συνεβούλευε κατοπτρίζεσθαι· ἀποστήσεσθαι γὰρ τῆς τοιαύτης ἀσχημοσύνης. Καὶ ζῶν ὁ φαῦλος καὶ θανὼν κολάζεται.

12e. Οἱ δελφῖνες ἀνασκιρτῶντες χειμῶνα ἐπιόντα μηνύουσιν.

12f. Οἱ περὶ τὴν Σαλαμῖνα διατρίβοντες Ἀθηναῖοι, θεωροῦντες τὴν Ἀττικὴν πυρπολουμένην, καὶ τὸ τέμενος τῆς Ἀθηνᾶς ἀκούοντες κατεσκάφθαι, δεινῶς ἠθύμουν. Δαίδαλος πρῶτος τῶν ἀγαλμάτων τὰ σκέλη διαβεβηκότα, καὶ τὰς χεῖρας διατεταμένας ποιῶν, ζῶντα ἀγάλματα κατασκευάζεσθαι ἐλέγετο. Οἱ γὰρ πρὸ αὐτοῦ τεχνῖται κατεσκεύαζον τὰ ἀγάλματα τοῖς μὲν ὄμμασι μεμυκότα, τὰς δὲ χεῖρας ἔχοντα καθειμένας, καὶ ταῖς πλευραῖς κεκολλημένας.

 

13a. Βασκάνου τινὸς ἐσκυθρωπακότος, ὁ Βίων, ἢ τούτῳ, ἔφη, κακὸν γέγονεν ἢ ἄλλῳ ἀγαθόν.

13b. Ὁ αὐτὸς πρὸς τὸν τὰ χωρία κατεδηδοκότα, τὸν μὲν Ἀμφιάραον, ἔφη, ἡ γῆ κατέπιε, σὺ δὲ τὴν γῆν.

13c. Τὸν Μίνω βεβασιλευκότα νομιμώτατα, καὶ μάλιστα δικαιοσύνης πεφροντικότα, δικαστὴν καθ’ ᾅδου ἀποδεδεῖχθαι λέγουσι.

13d. Τὰ παιδία, ἄχρι γένηται τετταράκοντα ἡμερῶν, ἐγρηγορότα μὲν οὐ γελᾷ, οὐδὲ δακρύει, ὑπνοῦντα δὲ ἀμφότερα.

 

14a. Λάμαχος ἐπετίμα τινὶ τῶν λοχαγῶν ἁμαρτάνοντι· τοῦ δὲ φήσαντος, μηκέτι τοῦτο ποιήσειν, οὐκ ἔστιν, εἶπεν ἐν πολέμῳ δὶς ἁμαρτάνειν.

14b. Δημοσθένης, λοιδορουμένου τινὸς αὐτῷ, οὐ συγκαταβαίνω, εἶπεν, εἰς ἀγῶνα, ἐν ᾧ ὁ ἡττώμενος τοῦ νικῶντός ἐστι κρείττων. Εἴ τις οἴεται τερπνότερον εἶναι τὸν ἐν ἄστει βίον τοῦ ἐν ἀγροῖς, ἐνθυμηθήτω πρὸς ἑαυτὸν, οἷον μέν ἐστι βότρυς ὁρᾶν ἐξ ἀμπέλου κρεμαμένους, οἷον δὲ ἰδεῖν λήϊα Ζεφύρων αὔραις κινούμενα, οἷον δὲ ἀκοῦσαι βοῶν μυκωμένων καὶ προβάτων βληχωμένων, οἷον δὲ θέαμα δαμάλεις σκιρτῶσαι καὶ ἕλκουσαι γάλα· ἐμοὶ γὰρ δοκεῖ τὰ ἐν τοῖς θεάτροις δεικνύμενα μηδὲν εἶναι πρὸς τὴν ἀπ’ ἐκείνων ἡδονήν. Μυθολογοῦσι τὴν Δήμητραν, μὴ δυναμένην εὑρεῖν τὴν θυγατέρα, λαμπάδας ἐκ τῶν κατὰ τὴν Αἴτνην κρατήρων ἀναψαμένην, ἐπελθεῖν ἐπὶ πολλὰ μέρη τῆς οἰκουμένης, τῶν δ’ ἀνθρώπων τοὺς μάλιστα ταύτην προσδεξαμένονς εὐεργετῆσαι, τὸν τῶν πυρῶν καρπὸν ἀντιδωρησαμένην. Τοῦ Κρόνου τὰ ἑαυτοῦ τέκνα κατεσθίοντος, ὁ Ζεὺς, κλαπεὶς ὑπὸ τῆς Ῥέας, καὶ ἐς τὴν Κρήτην ἐκτεθεὶς, ὑπ’ αἰγὸς ἀνετράφη.

14c. Ὁ Ἴκαρος, ὁ τοῦ Δαιδάλου υἱὸς, τακέντος αὐτῷ τοῦ κηροῦ, καὶ τῶν πτερῶν περιρρυέντων, εἰς τὸ πέλαγος ἐνέπιπτεν.

    article Nav