1a. Ζεὺς πάντα τίθησιν, ὅπη θέλει.

1b. τί τὸν νεκρὸν ὁ κωκυτὸς ὀνίνησιν;

1c. λέοντα νοσοῦντα οὐδὲν ἄλλο ὀνίνησι φάρμακον, εἰ μὴ βρωθεὶς πίθηκος.

1d. Χίλων ἐρωτηθεὶς τί χαλεπώτατον, 'τὸ γιγνώσκειν ἑαυτὸν,' ἔφη, 'πολλὰ γὰρ ὑπὸ φιλαυτίας ἕκαστον ἑαυτῷ προστιθέναι μάτην.'

1e. Σόλων τοῖς ἐν Πρυτανείῳ σιτουμένοις μάζαν παρέχειν κελεύει, ἄρτον δὲ ταῖς ἑορταῖς προσπαρατιθέναι.

 

2a. τοῦτον τὸν νόμον ὁ θεὸς τέθεικεν· εἴ τι ἀγαθὸν θέλεις, παρὰ σεαυτοῦ λάβε.

2b. οἱ παλαιοὶ τοῖς ἀποθανοῦσιν ὀβολὸν εἰς τὸ στόμα κατέθηκαν.

2c. ῥᾴδιον ἐξ ἀγαθοῦ θεῖναι κακὸν, ἢ ἐκ κακοῦ ἐσθλόν.

2d. Ἀθηνᾶ ἐν μέσῃ τῇ ἀσπίδι τὴν τῆς Γοργόνος κεφαλὴν ἀνέθηκεν.

2e. νόμος ἐστὶ Θηβαϊκὸς, ὅτι οὐκ ἔξεστιν ἀνδρὶ Θηβαίῳ ἐκθεῖναι παιδίον.

2f. φασὶ τοὺς Φοίνικας οὐκ ἐξ ἀρχῆς εὑρεῖν τὰ γράμματα, ἀλλὰ τοὺς τύπους μεταθεῖναι μόνον.

2g. Ἀντίγονος ὁ βασιλεὺς Διόνυσον πάντα ἐμιμεῖτο, κισσὸν περιτιθεὶς τῇ κεφαλῇ ἀντὶ διαδήματος, καὶ θύρσον ἀντὶ σκήπτρου φέρων.

2h. Λυκοῦργον, τὸν θέντα Λακεδαιμονίοις νόμους, μάλιστα θαυμάζω καὶ σοφώτατον εἶναι ἡγοῦμαι.

 

3a. εἰ ἀηδὼν ἤμην, ἐποίουν ἂν τὰ τῆς ἀηδόνος· εἰ κύκνος, τὰ τοῦ κύκνου· νῦν δὲ λογικός εἰμι, ὑμνεῖν με δεῖ τὸν θεόν· τοῦτό μου τὸ ἔργον ἐστίν.

3b. οὐκ ἀγαθὸν πολυκοιρανίη, εἷς κοίρανος ἔστω, εἷς βασιλεύς.

3c. ἐὰν ᾖς φιλομαθὴς, ἔσει πολυμαθής.

3d. οἱ Λουσιτανοὶ παιᾶνας ᾄδουσιν, ὅταν ἐν μάχῃ ἐπίωσι τοῖς ἀντιτεταγμένοις.

3e. εὔκολον ἔφασκεν ὁ Βίων τὴν εἰς ᾅδου ὁδόν· καταμύοντας γὰρ αὐτὴν ἰέναι.

3f. Μαρίου μὲν τὸν πατέρα οὐκ ἴσμεν, αὐτὸν δὲ θαυμάζομεν διὰ τὰ ἔργα.

 

4a. ὁ Τάνταλος ἐν τῇ λίμνῃ αὖος ἕστηκεν.

4b. Τριπτολέμῳ μὲν ἱερὰ καὶ βωμοὺς ἀνέστησαν, ὅτι τὰς ἡμέρους τροφὰς ἡμῖν ἔδωκεν· τῷ δὲ τὴν ἀλήθειαν εὑρόντι τίς ὑμῶν βωμὸν ἱδρύσατο;

4c. ἀριστῶντι Διογένει ἐν ἀγορᾷ οἱ περιεστῶτες συνεχὲς ἔλεγον· κύον, κύον· ὁ δὲ, ὑμεῖς, εἶπεν, ἐστὲ κύνες, οἵ με ἀριστῶντα περιεστήκατε.

4d. οὐδὲ τὸν ἀέρα οἱ ἄνθρωποι τοῖς ὄρνισιν εἴων ἐλεύθερον, παγίδας καὶ νεφέλας ἱστάντες.

4e. τὸν Κρόνον λέγουσι τοὺς καθ’ ἑαυτὸν ἀνθρώπους ἐξ ἀγρίας διαίτης εἰς βίον ἥμερον μεταστῆσαι.

 

5a. οὐδὲν τῶν μὴ καλῶν δίδωσι θεός· ἀλλ’ ἐστὶ ταῦτα δωρεὰ τύχης ἀλόγου.

5b. ἁπλῆν Ὅμηρος θεοῖς δίαιταν ἀποδίδωσιν.

5c. δίδου παρρησίαν τοῖς εὖ φρονοῦσιν.

5d. τένθης τις δακτυλήθρας ἔχων ἤσθιε τὸ ὄψον, ἵν’ ὡς θερμότατον ἀναδιδοίη τῇ γλώττῃ.

5e. ἡ φύσις τὰ δάκρυα ἔδωκεν ἡμῖν παραμυθίαν ἐν ταῖς τύχαις.

5f. Προμηθεὺς, Ἰαπετοῦ υἱὸς, τὸ πῦρ τοῖς ἀνθρώποις ἔδωκεν.

5g. οἱ Φοίνικες τοῖς Ἕλλησι τὰ γράμματα παραδεδώκασιν.

5h. φασὶν Εὐριπίδην Σωκράτει ἀποδόντα τὸ Ἡρακλείτου σύγγραμμα ἔρεσθαι, τί δοκεῖ; τὸν δὲ φάναι, ἃ μὲν συνῆκα, γενναῖα, οἶμαι δὲ καὶ ἃ μὴ συνῆκα.

 

6a. ὁ οἶνος μέτριος μὲν ληφθεὶς ῥώννυσι, πλείων δὲ παρίησιν.

6b. ἡ πλαστικὴ δείκνυσι τὰ εἴδη τῶν θεῶν, τῶν ἀνθρώπων, καὶ ἐνίοτε καὶ τῶν θηρῶν.

6c. ἁπλοῦς ὁ μῦθος τῆς ἀληθείας ἔφυ.

6d. οὐδὲν θαλάσσης ἀπιστότερον· πλοῦτον γὰρ διδοῦσα, αὐτὸν πάλιν ἀφαιρεῖται, καὶ μετ’ αὐτοῦ ἀφαιρεῖται τὰς ψυχάς· καί τις, ἀναχθεὶς μετὰ πολλῶν χρημάτων, ἢ συγκατέδυ τοῖς χρήμασιν ἢ ἀπεσώθη γυμνός.

6e. ἡ σαλαμάνδρα, ὥς φασι, διὰ τοῦ πυρὸς βαδίζουσα, κατασβέννυσι τὸ πῦρ.

    article Nav