1. μᾶλλον εὐλαβοῦ ψόγον ἢ κίνδυνον.
2. παρὰ Ἀντιόχῳ τῷ Μεγάλῳ προσαγορευθέντι, ἐν τῷ δείπνῳ πρὸς ὅπλα ὠρχοῦντο οὐ μόνον οἱ βασιλέως φίλοι, ἀλλὰ καὶ αὐτὸς ὁ βασιλεύς.
3. οἱ Ταράντινοι ἐδουλεύοντο ποιεῖσθαι Πύρρον ἡγεμόνα, καὶ καλεῖν ἐπὶ τὸν πόλεμον.
4. Ἐμπεδοκλῆς τὴν βασιλείαν αὐτῷ διδομένην παρῃτήσατο, τὴν λιτότητα δηλονότι πλέον ἀγαπήσας.
5. φίλους μὴ ταχὺ κτῶ.
6. Λάμπις, ὁ ναύκληρος, ἐρωτηθεὶς, πῶς ἐκτήσατο τὸν πλοῦτον; οὐ χαλεπῶς, ἔφη, τὸν μέγαν, τὸν δὲ βραχὺν ἐπιπόνως.
7. οὕτω πειρῶ ζῆν, ὡς καὶ ὀλίγον καὶ πολὺν χρόνον βιωσόμενος.
8. ἡδέως μὲν ἔχε πρὸς ἅπαντας, χρῶ δὲ τοῖς βελτίστοις.
9. εἰ σὺ ἐθεάσω ἅπερ ἐγὼ, εὖ οἶδα ὅτι οὐκ ἂν ἐπαύσω γελῶν.
10. πάντων ἐστὶν ἥδιστον καὶ λυσιτελέστατον, πιστοὺς ἅμα καὶ χρησίμους φίλους κτᾶσθαι ταῖς εὐεργεσίαις.